Textus Originalis

Ἐβοήθει δὲ καὶ τούτοις ἡ αἰδὼ καὶ τὸ κόσμιον· ἢ γὰρ ἠλευθεροῦντο ταχέως ἢ τιμώμενοι παρέμενον τοῖς κεκτημένοις. ἔνιοι δὲ καὶ δι᾽ Εὐριπίδην ἐσώθησαν. μάλιστα γάρ, ὡς ἔοικε, τῶν ἐκτὸς Ἑλλήνων ἐπόθησαν αὐτοῦ τὴν μοῦσαν οἱ περὶ Σικελίαν· καὶ μικρὰ τῶν ἀφικνουμένων ἑκά- στοτε δείγματα καὶ γεύματα κομιζόντων ἐκμαν- θάνοντες ἀγαπητῶς μετεδίδοσαν ἀλλήλοις. τότε γοῦν φασι τῶν σωθέντων οἴκαδε συχνοὺς ἀσπά- σασθαι τὸν Εὐριπίδην φιλοφρόνως, καὶ διη- γεῖσθαι τοὺς μέν, ὅτι δουλεύοντες ἀφείθησαν ἐκδι- δάξαντες ὅσα τῶν ἐκείνου ποιημάτων ἐμέμνηντο, τοὺς δ᾽, ὅτι πλανώμενοι μετὰ τὴν μάχην τροφῆς καὶ ὕδατος μετέλαβον τῶν μελῶν ἄσαντες. οὐ δεῖ δὴ θαυμάζειν ὅτι τοὺς Καυνίους φασὶ πλοίου προσφερομένου τοῖς λιμέσιν ὑπὸ λῃστρίδων διω- κομένου μὴ δέχεσθαι τὸ πρῶτον, ἀλλ᾽ ἀπείργειν, εἶτα μέντοι διαπυνθανομένους εἰ γινώσκουσιν ἄσματα τῶν Εὐριπίδου, φησάντων ἐκείνων, οὕτω παρεῖναι καὶ καταγαγεῖν τὸ πλοῖον. XXX. ᾿Αθηναίοις δέ φασι τὴν συμφορὰν οὐχ ἥκιστα διὰ τὸν ἄγγελον ἄπιστον γενέσθαι. ξένος γάρ τις, ὡς ἔοικεν, ἀποβὰς εἰς Πειραιᾶ καὶ καθί- σας ἐπὶ κουρεῖον, ὡς ἐγνωκότων ἤδη τῶν ᾿Αθη- ναίων λόγους ἐποιεῖτο περὶ τῶν γεγονότων. ὁ δὲ κουρεὺς ἀκούσας, πρὶν ἄλλους πυνθάνεσθαι, δρόμῳ