Textus Originalis
ΤΙΜΟΛΕΩΝ Ι. Ἐμοὶ 1 τῆς τῶν βίων ἅψασθαι μὲν γραφῆς συνέβη δι’ ἑτέρους, ἐπιμένειν δὲ καὶ φιλοχωρεῖν ἤδη καὶ δι’ ἐμαυτόν, ὥσπερ ἐν ἐσόπτρῳ τῇ ἱστορίᾳ πειρώμενον ἁμῶς γέ πως κοσμεῖν καὶ ἀφομοιοῦν πρὸς τὰς ἐκείνων ἀρετὰς τὸν βίον. οὐδὲν γὰρ ἀλλ᾽ ἢ συνδιαιτήσει καὶ συμβιώσει τὸ γινόμενον ἔοικεν, ὅταν ὥσπερ ἐπιξενούμενον ἕκαστον αὐτῶν ἐν μέρει διὰ τῆς ἱστορίας ὑποδεχόμενοι καὶ παρα- λαμβάνοντες ἀναθεωρῶμεν “ὅσσος ἔην οἷός τε,” τὰ κυριώτατα καὶ κάλλιστα πρὸς γνῶσιν ἀπὸ τῶν πράξεων λαμβάνοντες. Φεῦ, φεῦ· τί τούτου χάρμα μεῖζον ἂν λάβοις, καὶ 2 πρὸς ἐπανόρθωσιν ἠθῶν ἐνεργότερον; Δημό- κριτος μὲν γὰρ εὔχεσθαί φησι δεῖν ὅπως εὐλόγ- χων εἰδώλων τυγχάνωμεν καὶ τὰ σύμφυλα καὶ τὰ χρηστὰ μᾶλλον ἡμῖν ἐκ τοῦ περιέχοντος ἢ τὰ φαῦλα καὶ τὰ σκαιὰ συμφέρηται, λόγον οὔτ᾽ ἀληθῆ καὶ πρὸς ἀπεράντους ἐκφέροντα δεισιδαι- μονίας εἰς φιλοσοφίαν καταβάλλων· ἡμεῖς δὲ τῇ περὶ τὴν ἱστορίαν διατριβῇ καὶ τῆς γραφῆς τῇ
Note a pie di pagina
1 1 ἐμοὶ with Bekker, after Stephanus and Reiske: ἐμοὶ μὲν.
2 2 καὶ supplied by Sintenis, after Schaefer; Bekker supplies ἢ.