Textus Originalis

δ᾽ ἀπὸ τῆς Σικελίας ἀγγελλόμενα πολλὴν ἀπο- ρίαν τῷ Τιμολέοντι καὶ δυσθυμίαν τοῖς στρα- τιώταις παρεῖχεν. ὁ γὰρ Ἱκέτης μάχῃ νενικηκὼς Διονύσιον καὶ τὰ πλεῖστα μέρη τῶν Συρακουσῶν κατειληφὼς ἐκεῖνον μὲν εἰς τὴν ἀκρόπολιν καὶ τὴν καλουμένην Νῆσον συνεσταλμένον αὐτὸς συνεπολιόρκει καὶ συμπεριετείχιζε, Καρχηδονίους δὲ φροντίζειν ἐκέλευεν ὅπως οὐκ ἐπιβήσοιτο Τιμολέων Σικελίας, ἀλλ᾽ ἀπωσθέντων ἐκείνων αὐτοὶ καθ᾽ ἡσυχίαν διανεμοῦνται πρὸς ἀλλήλους τὴν νῆσον. οἱ δὲ πέμπουσιν εἴκοσι τριήρεις εἰς Ῥήγιον, ἐφ᾽ ὧν ἐπέπλεον πρεσβευταὶ παρ᾽ αὐτοῦ πρὸς Τιμολέοντα κομίζοντες λόγους τοῖς πραττο- μένοις ὁμοίους. παραγωγαὶ γὰρ εὐπρεπεῖς καὶ προφάσεις ἦσαν ἐπὶ μοχθηροῖς βουλεύμασιν, ἀξιούντων αὐτὸν μέν, εἰ βούλοιτο, Τιμολέοντα σύμβουλον ἥκειν παρ᾽ Ἱκέτην καὶ κοινωνὸν εὖ διαπεπραγμένων ἁπάντων, τὰς δὲ ναῦς καὶ τοὺς στρατιώτας ἀποστέλλειν εἰς Κόρινθον, ὡς τοῦ πολέμου μικρὸν ἀπολείποντος συνῃρῆσθαι, Καρ- χηδονίων δὲ κωλύειν τὴν διάβασιν καὶ μάχεσθαι πρὸς βιαζομένους ἑτοίμων ὄντων. ὡς οὖν κατα- πλεύσαντες εἰς τὸ Ῥήγιον οἱ Κορίνθιοι τοῖς τε πρεσβεύμασι τούτοις ἐνέτυχον καὶ τοὺς Φοίνικας οὐ πρόσω ναυλοχοῦντας κατεῖδον, ἤχθοντο μὲν ὑβρισμένοι, καὶ παρίστατο πᾶσιν ὀργὴ πρὸς τὸν Ἱκέτην καὶ δέος ὑπὲρ Σικελιωτῶν, οὓς σαφῶς ἑώρων ἆθλα λειπομένους καὶ μισθὸν Ἱκέτῃ μὲν προδοσίας, Καρχηδονίοις δὲ τυραννίδος, ἐδόκει δ᾽ ἀμήχανον ὑπερβαλέσθαι καὶ τὰς αὐτόθι τῶν βαρβάρων ναῦς διπλασίας ἐφορμούσας καὶ τὴν ἐκεῖ μεθ᾽ Ἱκέτου δύναμιν, ᾗ στρατηγήσοντες ἥκοιεν.