Textus Originalis

κακίστους καὶ φονικωτάτους Καρχηδονίους ἐγγυ- τέρω κατοικίζοντες ἡμῶν, πρὸς οὓς ἔδει πολλὰς εὔχεσθαι Σικελίας προκεῖσθαι τῆς Ἑλλάδος; ἢ δοκεῖτε τούτους στρατὸν ἀγείραντας ἀπὸ στηλῶν Ἡρακλείων καὶ τῆς ᾿Ατλαντικῆς ἥκειν θαλάττης δεῦρο κινδυνεύσοντας ὑπὲρ τῆς ᾿Ικέτου δυναστείας; ὃς εἰ λογισμὸν εἶχεν ἡγεμόνος, οὐκ ἂν ἐξέβαλλε τοὺς πατέρας οὐδ᾽ ἐπῆγε τῇ πατρίδι τοὺς πολε- μίους, ἀλλὰ καὶ τιμῆς καὶ δυνάμεως ἐτύγχανεν, ὅσης πρέπει, Κορινθίους καὶ Τιμολέοντα πείσας.” τούτους τοὺς λόγους οἱ μισθοφόροι διεθρόησαν ἐν τῷ στρατοπέδῳ, καὶ παρέσχον ὑποψίαν τῷ Μά- γωνι προδίδοσθαι, χρῄζοντι πάλαι προφάσεως· διὸ καὶ δεομένου τοῦ Ἱκέτου παραμένειν καὶ διδά- σκοντος ὅσῳ βελτίονές εἰσι τῶν πολεμίων, μᾶλλον οἰόμενος ἀρετῇ καὶ τύχῃ λείπεσθαι Τιμολέοντος ἢ πλήθει δυνάμεως ὑπερβάλλειν, ἄρας εὐθὺς ἀπέ- πλευσεν εἰς Λιβύην, αἰσχρῶς κατ᾽ οὐδένα λογι- σμὸν ἀνθρώπινον ἐκ τῶν χειρῶν ἀφεὶς Σικελίαν. ΧΧΙ. Τῇ δ᾽ ὑστεραίᾳ παρῆν ὁ Τιμολέων ἐπὶ μάχην συντεταγμένος. ὡς δὲ τὴν φυγὴν ἐπυνθά- νοντο καὶ τὴν ἐρημίαν ἑώρων τῶν νεωρίων, γελᾶν αὐτοῖς ἐπῄει τὴν ἀνανδρίαν τοῦ Μάγωνος, καὶ περιϊόντες ἐκήρυττον ἐν τῇ πόλει μήνυτρα τῷ φράσαντι τὸν Καρχηδονίων στόλον ὅπῃ σφᾶς ἀπο- δέδρακεν. οὐ μὴν ἀλλὰ τοῦ Ἱκέτου φιλομαχοῦν- τος ἔτι καὶ τὴν λαβὴν οὐ προϊεμένου τῆς πόλεως, ἀλλὰ ἐμπεφυκότος οἷς κατεῖχε μέρεσι καρτεροῖς