Textus Originalis

καὶ ταπεινῶς ζῶντας. τοὺς δὲ μισθοφόρους βουλόμενος ἐκ τῆς πολεμίας ὠφελεῖσθαι καὶ μὴ σχολάζειν, αὐτὸς μὲν εἰς τὰς Συρακούσας ἐπανῆλθε τῇ καταστάσει τῆς πολιτείας προσέξων καὶ τοῖς ἥκουσιν ἐκ Κορίνθου νομοθέταις Κεφάλῳ καὶ Διονυσίῳ τὰ κυριώτατα καὶ κάλλιστα συνδιαθήσων, τοὺς δὲ περὶ Δείναρχον καὶ Δημάρετον εἰς τὴν τῶν Καρχηδονίων ἐξέπεμψεν ἐπικράτειαν, οἳ πόλεις πολλὰς ἀφιστάντες τῶν βαρβάρων οὐ μόνον αὐτοὶ διῆγον ἐν ἀφθόνοις, ἀλλὰ καὶ χρήματα παρεσκεύαζον εἰς τὸν πόλεμον ἀπὸ τῶν ἁλισκομένων. XXV. Ἐν τούτῳ δὲ Καρχηδόνιοι καταπλέουσιν εἰς τὸ Λιλύβαιον ἄγοντες ἑπτὰ μυριάδας στρατοῦ καὶ τριήρεις διακοσίας καὶ πλοῖα χίλια κομίζοντα μηχανὰς καὶ τέθριππα καὶ σῖτον ἄφθονον καὶ τὴν ἄλλην παρασκευήν, ὡς οὐκ ἔτι ποιησόμενοι κατὰ μέρος τὸν πόλεμον, ἀλλ᾽ ὁμοῦ πάσης Σικελίας ἐξελάσοντες τοὺς Ἕλληνας· ἦν γὰρ ἡ δύναμις ἐξαρκοῦσα καὶ μὴ νοσοῦντας μηδὲ διεφθαρμένους ὑπ᾽ ἀλλήλων συλλαβέσθαι Σικελιώτας. πυθόμενοι δὲ πορθεῖσθαι τὴν ἐπικράτειαν αὑτῶν, εὐθὺς ὀργῇ πρὸς τοὺς Κορινθίους ἐχώρουν ᾿Ασδρούβα τε καὶ ᾿Αμίλκα στρατηγούντων. τῆς δὲ ἀγγελίας ὀξέως εἰς Συρακούσας ἀφικομένης οὕτω κατεπλάγησαν οἱ Συρακούσιοι πρὸς τὸ μέγεθος τῆς δυνάμεως ὥστε μόλις τῷ Τιμολέοντι τρισχιλίους ἀπὸ τοσούτων μυριάδων ὅπλα λα-