Textus Originalis

τεθρίππων. καλλίστην δὲ καὶ μεγαλοπρεπεστάτην ὄψιν ἡ Τιμολέοντος ἐπεδείκνυτο σκηνὴ περισωρευθεῖσα παντοδαποῖς λαφύροις, ἐν οἷς χίλιοι μὲν θώρακες ἐργασίᾳ καὶ κάλλει διαφέροντες, μύριαι δὲ ἀσπίδες προετέθησαν. ὀλίγοι δὲ πολλοὺς σκυλεύοντες καὶ μεγάλαις ἐντυγχάνοντες ὠφελείαις τρίτῃ μόλις ἡμέρᾳ μετὰ τὴν μάχην ἔστησαν τρόπαιον. Ἅμα δὲ τῇ φήμῃ τῆς νίκης ὁ Τιμολέων εἰς Κόρινθον ἔπεμψε τὰ κάλλιστα τῶν αἰχμαλώτων ὅπλων, βουλόμενος αὑτοῦ τὴν πατρίδα πᾶσιν ἀνθρώποις ζηλωτὴν εἶναι, θεωμένοις ἐν ἐκείνῃ μόνον τῶν Ἑλληνικῶν πόλεων τοὺς ἐπιφανεστάτους ναοὺς οὐχ Ἑλληνικοῖς κεκοσμημένους λαφύροις οὐδ᾽ ἀπὸ συγγενῶν φόνου καὶ ὁμοφύλων ἀναθημάτων μνήμας ἀτερπεῖς ἔχοντας, ἀλλὰ βαρβαρικὰ σκῦλα καλλίσταις ἐπιγραφαῖς δηλοῦντα μετὰ τῆς ἀνδρείας τῶν νενικηκότων τὴν δικαιοσύνην, ὅτι Κορίνθιοι καὶ Τιμολέων ὁ στρατηγὸς ἐλευθερώσαντες τοὺς Σικελίαν οἰκοῦντας Ἕλληνας ἀπὸ Καρχηδονίων χαριστήρια θεοῖς ἀνέθηκαν. XXX. Ἐκ τούτου καταλιπὼν ἐν τῇ πολεμίᾳ τοὺς μισθοφόρους ἄγοντας καὶ φέροντας τὴν τῶν Καρχηδονίων ἐπικράτειαν, αὐτὸς ἧκεν εἰς Συρακούσας· καὶ τοὺς χιλίους μισθοφόρους ἐκείνους, ὑφ᾽ ὧν ἐγκατελείφθη πρὸ τῆς μάχης, ἐξεκήρυξε τῆς Σικελίας, καὶ πρὶν ἢ δῦναι τὸν ἥλιον ἠνάγκασεν ἐκ Συρακουσῶν ἀπελθεῖν. οὗτοι μὲν οὖν διαπλεύσαντες εἰς Ἰταλίαν ἀπώλοντο παρασπονδηθέντες ὑπὸ Βρεττίων, καὶ δίκην ταύτην τὸ δαιμόνιον αὐτοῖς τῆς προδοσίας ἐπέθηκε.