Textus Originalis

ἐκπεμπόμενοι πρὸς ἑτέρας ὑπ᾽ αὐτοῦ βοηθείας ἀπώλοντο καὶ καταναλώθησαν, οὐχ ὁμοῦ πάντες, ἀλλὰ κατὰ μέρος, τῆς Δίκης αὐτοῖς ἀπολογουμένης τῇ Τιμολέοντος εὐτυχίᾳ ἐπιτιθεμένης 1 ὅπως μηδεμία τοῖς ἀγαθοῖς ἀπὸ τῆς τῶν κακῶν κολάσεως βλάβη γένηται. τὴν μὲν οὖν πρὸς Τιμολέοντα τῶν θεῶν εὐμένειαν οὐχ ἧττον ἐν αἷς προσέκρουσε πράξεσιν ἢ περὶ ἃς κατώρθου θαυμάζεσθαι συνέβαινεν. ΧΧΧΙ. Οἱ δὲ πολλοὶ τῶν Συρακουσίων ἐχαλέπαινον ὑπὸ τῶν τυράννων προπηλακιζόμενοι. καὶ γὰρ ὁ Μάμερκος ἐπὶ τῷ ποιήματα γράφειν καὶ τραγῳδίας μέγα φρονῶν ἐκόμπαξε νικήσας τοὺς μισθοφόρους, καὶ τὰς ἀσπίδας ἀναθεὶς τοῖς θεοῖς ἐλεγεῖον ὑβριστικὸν ἐπέγραψε· Τάσδ᾽ ὀστρειογραφεῖς καὶ χρυσέλεφαντηλέκτρους ἀσπίδας ἀσπιδίοις εἵλομεν εὐτελέσι. γενομένων δὲ τούτων καὶ τοῦ Τιμολέοντος εἰς Καλαυρίαν στρατεύσαντος, ὁ Ἱκέτης ἐμβαλὼν εἰς τὴν Συρακουσίαν λείαν τε συχνὴν ἔλαβε καὶ πολλὰ λυμηνάμενος καὶ καθυβρίσας ἀπηλλάττετο παρ᾽ αὐτὴν τὴν Καλαυρίαν, καταφρονῶν τοῦ Τιμολέοντος ὀλίγους στρατιώτας ἔχοντος. ἐκεῖνος δὲ προλαβεῖν ἐάσας ἐδίωκεν ἱππεῖς ἔχων καὶ ψιλούς. αἰσθόμενος δὲ ὁ Ἱκέτης τὸν Δαμυρίαν διαβεβηκὼς ὑπέστη παρὰ τὸν ποταμὸν ὡς ἀμυνούμενος· καὶ γὰρ αὐτῷ θάρσος ἥ τε τοῦ πόρου χαλεπότης καὶ τὸ κρημνῶδες τῆς ἑκατέρωθεν ὄχθης παρεῖχε. τοῖς δὲ μετὰ τοῦ Τιμολέοντος

Note a pie di pagina

1 1 τῆς Δίκης . . . ἐπιτιθεμένης Sintenis, with the MSS. The corrupt passage is variously emended by different editors.