Textus Originalis
7 αὑτῶν ἀβουλίαν ἔγνωσαν. καθόλου δὲ Ῥωμαῖοι πρὸς πάντα χρώμενοι τῇ βίᾳ, καὶ τὸ προτεθὲν οἰόμενοι δεῖν κατ᾽ ἀνάγκην ἐπιτελεῖν καὶ μηδὲν ἀδύνατον εἶναι σφίσι τῶν ἅπαξ δοξάντων, ἐν πολλοῖς μὲν κατορθοῦσι διὰ τὴν τοιαύτην ὁρμήν, ἐν τισὶ δὲ προφανῶς σφάλλονται, καὶ μάλιστ᾽ ἐν τοῖς κατὰ 8 θάλατταν. ἐπὶ μὲν γὰρ τῆς γῆς πρὸς ἀνθρώπους καὶ τὰ τούτων ἔργα ποιούμενοι τὰς ἐπιβολὰς τὰ μὲν πολλὰ κατορθοῦσι διὰ τὸ πρὸς παραπλησίους δυνάμεις χρῆσθαι τῇ βίᾳ, ποτὲ δὲ καὶ σπανίως ἀπο9 τυγχάνουσι: πρὸς δὲ τὴν θάλατταν καὶ πρὸς τὸ περιέχον ὅταν παραβάλλωνται καὶ βιαιομαχῶσι, 10 μεγάλοις ἐλαττώμασι περιπίπτουσιν. ὃ καὶ τότε καὶ πλεονάκις αὐτοῖς ἤδη συνέβη καὶ συμβήσεται πάσχειν, ἕως ἄν ποτε διορθώσωνται τὴν τοιαύτην τόλμαν καὶ βίαν, καθ᾽ ἣν οἴονται δεῖν αὑτοῖς πάντα καιρὸν εἶναι πλωτὸν καὶ πορευτόν. 38 Οἱ δὲ Καρχηδόνιοι, συνέντες τὸν γεγονότα φθόρον τοῦ τῶν Ῥωμαίων στόλου, καὶ νομίσαντες κατὰ μὲν γῆν ἀξιόχρεως σφᾶς εἶναι διὰ τὸ προγεγονὸς εὐτύχημα, κατὰ δὲ θάλατταν διὰ τὴν εἰρημένην τῶν Ῥωμαίων περιπέτειαν, ὥρμησαν προθυμότερον ἐπί 2 τε τὰς ναυτικὰς καὶ πεζικὰς παρασκευάς. καὶ τὸν μὲν Ἀσδρούβαν εὐθὺς ἐξαπέστελλον εἰς τὴν Σικελίαν, δόντες αὐτῷ τούς τε προϋπάρχοντας καὶ τοὺς ἐκ τῆς Ἡρακλείας παραγεγονότας στρατιώτας, ἅμα δὲ 3 τούτοις ἐλέφαντας ἑκατὸν καὶ τετταράκοντα. τοῦτον δ᾽ ἐκπέμψαντες διακοσίας κατεσκευάζοντο ναῦς καὶ 4 τἄλλα τὰ πρὸς τὸν πλοῦν ἡτοίμαζον. ὁ δ᾽ Ἀσδρούβας διακομισθεὶς εἰς τὸ Λιλύβαιον ἀσφαλῶς τά