Textus Originalis
σθοφόροις, συλλαλήσαντες ἑαυτοῖς ὑπὲρ τοῦ τὴν πόλιν ἐνδοῦναι τοῖς Ῥωμαίοις καὶ πεπεισμένοι πειθαρχήσειν σφίσι τοὺς ὑποτεταγμένους, ἐξεπήδησαν νυκτὸς ἐκ τῆς πόλεως ἐπὶ τὸ στρατόπεδον, καὶ διελέγοντο τῷ τῶν Ῥωμαίων στρατηγῷ περὶ τού2 των. ὁ δ᾽ Ἀχαιὸς Ἀλέξων, ὁ καὶ τοῖς Ἀκραγαντίνοις κατὰ τοὺς ἐπάνω χρόνους αἴτιος γενόμενος τῆς σωτηρίας, καθ᾽ ὃν καιρὸν ἐπεβάλοντο παρασπονδεῖν αὐτοὺς οἱ τῶν Συρακοσίων μισθοφόροι, καὶ τότε πρῶτος συνεὶς τὴν πρᾶξιν ἀνήγγειλε τῷ στρα3 τηγῷ τῶν Καρχηδονίων. ὁ δὲ διακούσας παραχρῆμα συνῆγε τοὺς καταλειπομένους τῶν ἡγεμόνων, καὶ παρεκάλει μετὰ δεήσεως, μεγάλας δωρεὰς καὶ χάριτας ὑπισχνούμενος, ἐὰν ἐμμείνωσι τῇ πρὸς αὑτὸν πίστει καὶ μὴ κοινωνήσωσι τοῖς ἐξεληλυθόσι 4 τῆς ἐπιβολῆς. δεχομένων δὲ προθύμως τοὺς λόγους, εὐθέως μετ᾽ αὐτῶν ἀπέστειλε πρὸς μὲν τοὺς Κελτοὺς Ἀννίβαν τὸν υἱὸν τὸν Ἀννίβου τοῦ μεταλλάξαντος ἐν Σαρδόνι διὰ τὴν προγεγενημένην ἐν τῇ στρατείᾳ πρὸς αὐτοὺς συνήθειαν, ἐπὶ δὲ τοὺς 5 ἄλλους μισθοφόρους Ἀλέξωνα διὰ τὴν παρ᾽ ἐκείνοις ἀποδοχὴν αὐτοῦ καὶ πίστιν: οἳ καὶ συναγαγόντες τὰ πλήθη καὶ παρακαλέσαντες, ἔτι δὲ πιστωσάμενοι τὰς προτεινομένας ἑκάστοις δωρεὰς ὑπὸ τοῦ στρατηγοῦ, ῥᾳδίως ἔπεισαν αὐτοὺς μένειν ἐπὶ 6 τῶν ὑποκειμένων. διὸ καὶ μετὰ ταῦτα, τῶν ἐκπηδησάντων <ἐκ τοῦ προφανοῦς ἐρχομένων> πρὸς τὰ τείχη, καὶ βουλομένων παρακαλεῖν καὶ λέγειν τι περὶ τῆς τῶν Ῥωμαίων ἐπαγγελίας, οὐχ οἷον προσεῖχον αὐτοῖς, ἀλλ᾽ ἁπλῶς οὐδ᾽ ἀκούειν ἠξίουν, βάλλοντες δὲ τοῖς λίθοις καὶ συνακοντίζοντες ἀπεδίωξαν ἀπὸ 7 τοῦ τείχους. Καρχηδόνιοι μὲν οὖν διὰ τὰς προειρη-