Textus Originalis
τῷ παραδόξῳ τῆς ἐλπίδος ὑπερχαρὲς ὑπάρχον μετὰ κρότου καὶ κραυγῆς παρεκάλει τοὺς εἰσπλέοντας. 6 Ἀννίβας δὲ παραβόλως καὶ τεθαρρηκότως εἰσδραμὼν καὶ καθορμισθεὶς εἰς τὸν λιμένα μετ᾽ ἀσφα7 λείας ἀπεβίβασε τοὺς στρατιώτας. οἱ δ᾽ ἐν τῇ πόλει πάντες οὐχ οὕτως ἦσαν ἐπὶ τῇ τῆς βοηθείας παρουσίᾳ περιχαρεῖς, καίπερ μεγάλην ἐλπίδα καὶ χεῖρα προσειληφότες, ὡς ἐπὶ τῷ μὴ τετολμηκέναι τοὺς Ῥωμαίους κωλῦσαι τὸν ἐπίπλουν τῶν Καρχηδονίων. 45 Ἰμίλκων δ᾽ ὁ τεταγμένος ἐπὶ τῆς πόλεως στρατηγός, θεωρῶν τὴν ὁρμὴν καὶ προθυμίαν τῶν μὲν ἐν τῇ πόλει διὰ τὴν παρουσίαν τῆς βοηθείας, τῶν δὲ παραγεγονότων διὰ τὴν ἀπειρίαν τῶν περιεστώ2 των κακῶν, βουλόμενος ἀκεραίοις ἀποχρήσασθαι ταῖς ἑκατέρων ὁρμαῖς πρὸς τὴν διὰ τοῦ πυρὸς ἐπίθεσιν τοῖς ἔργοις, συνῆγε πάντας εἰς ἐκκλησίαν: 3 παρακαλέσας δὲ τῷ καιρῷ τὰ πρέποντα διὰ πλειόνων, καὶ παραστήσας ὁρμὴν ὑπερβάλλουσαν διά τε τὸ μέγεθος τῶν ἐπαγγελιῶν τοῖς κατ᾽ ἰδίαν ἀνδραγαθήσασι καὶ τὰς κατὰ κοινὸν ἐσομένας χάριτας 4 αὐτοῖς καὶ δωρεὰς παρὰ Καρχηδονίων, ὁμοθυμαδὸν ἐπισημαινομένων καὶ βοώντων μὴ μέλλειν, ἀλλ᾽ ἄγειν αὐτούς, τότε μὲν ἐπαινέσας καὶ δεξάμενος τὴν προθυμίαν ἀφῆκε, παραγγείλας ἀναπαύεσθαι 5 καθ᾽ ὥραν καὶ πειθαρχεῖν τοῖς ἡγουμένοις: μετ᾽ οὐ πολὺ δὲ συγκαλέσας τοὺς προεστῶτας αὐτῶν διένειμε τοὺς ἁρμόζοντας πρὸς τὴν ἐπίθεσιν ἑκάστοις τόπους, καὶ τὸ σύνθημα καὶ τὸν καιρὸν τῆς ἐπιθέσεως ἐδήλωσε, καὶ παρήγγειλε τοῖς ἡγεμόσι μετὰ πάντων τῶν ὑποτεταγμένων ἐπὶ τοῖς τόποις