Textus Originalis
ἔπραττεν, οὐ δυναμένους κρατῆσαι τῶν ἔργων, 14 ἀνακαλεῖσθαι τοὺς ἑαυτοῦ παρήγγειλε τοῖς σαλπισταῖς. οἱ δὲ Ῥωμαῖοι παρ᾽ οὐδὲν ἐλθόντες τοῦ πάσας ἀποβαλεῖν τὰς παρασκευάς, τέλος ἐκράτησαν τῶν ἔργων καὶ πάντα διετήρησαν ἀσφαλῶς. 46 Ὁ μὲν οὖν Ἀννίβας μετὰ τὴν χρείαν ταύτην ἐξέπλευσε νύκτωρ ἔτι μετὰ τῶν νεῶν λαθὼν τοὺς πολεμίους εἰς τὰ Δρέπανα πρὸς Ἀτάρβαν τὸν τῶν 2 Καρχηδονίων στρατηγόν. διὰ γὰρ τὴν εὐκαιρίαν τοῦ τόπου καὶ τὸ κάλλος τοῦ περὶ τὰ Δρέπανα λιμένος ἀεὶ μεγάλην ἐποιοῦντο σπουδὴν οἱ Καρχηδό3 νιοι περὶ τὴν φυλακὴν αὐτοῦ. συμβαίνει δὲ τοῦ Λιλυβαίου τοῦτον ἀπέχειν τὸν τόπον ὡς ἂν ἑκατὸν καὶ εἴκοσι στάδια. 4 Τοῖς δ᾽ ἐν τῇ Καρχηδόνι βουλομένοις μὲν εἰδέναι τὰ περὶ τὸ Λιλύβαιον, οὐ δυναμένοις δὲ διὰ τὸ τοὺς μὲν συγκεκλεῖσθαι, τοὺς δὲ παραφυλάττεσθαι φιλοτίμως, ἐπηγγείλατό τις ἀνὴρ τῶν ἐνδόξων, Ἀννίβας ἐπικαλούμενος Ῥόδιος, εἰσπλεύσας εἰς τὸ Λιλύβαιον καὶ γενόμενος αὐτόπτης ἅπαντα 5 διασαφήσειν. οἱ δὲ τῆς ἐπαγγελίας μὲν ἀσμένως ἤκουσαν, οὐ μὴν ἐπίστευόν γε διὰ τὸ τῷ στόλῳ τοὺς Ῥωμαίους ἐπὶ τοῦ κατὰ τὸν εἴσπλουν στόμα6 τος ἐφορμεῖν. ὁ δὲ καταρτίσας τὴν ἰδίαν ναῦν ἀνήχθη: καὶ διάρας εἴς τινα τῶν πρὸ τοῦ Λιλυβαίου κειμένων νήσων, τῇ κατὰ πόδας ἡμέρᾳ λαβὼν εὐκαίρως ἄνεμον οὔριον περὶ τετάρτην ὥραν ἁπάντων τῶν πολεμίων ὁρώντων καὶ καταπεπληγμένων 7 τὴν τόλμαν εἰσέπλευσε. καὶ τῇ κατόπιν εὐθέως 8 ἐγίνετο περὶ ἀναγωγήν. ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς βουλόμενος ἐπιμελέστερον τὸν κατὰ τὸν εἴσπλουν τόπον τηρεῖν, ἐξηρτυκὼς ἐν τῇ νυκτὶ δέκα