Textus Originalis

THE HISTORIES OF POLYBIUS

στούμενοι τῇ συμβαίνοντι χωννύειν τὸ στόμα τοῦ 4 λιμένος ἐπεχείρησαν. κατὰ μὲν οὖν τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς οὐδὲν ἤνυον διὰ τὸ βάθος τῆς θαλάττης καὶ διὰ τὸ μηθὲν δύνασθαι τῶν ἐμβαλλομένων στῆναι μηδὲ συμμεῖναι τὸ παράπαν, ἀλλ᾽ ὑπό τε τοῦ κλύδωνος καὶ τῆς τοῦ ῥοῦ βίας τὸ ῥιπτούμενον εὐθέως ἐν τῇ καταφορᾷ παρωθεῖσθαι 5 καὶ διασκορπίζεσθαι, κατὰ δέ τινα τόπον ἔχοντα βραχέα συνέστη χῶμα μετὰ πολλῆς ταλαιπωρίας, ἐφ᾽ ᾧ τετρήρης ἐκτρέχουσα νυκτὸς ἐκάθισε καὶ τοῖς πολεμίοις ὑποχείριος ἐγένετο, διαφέρουσα τῇ κατα6 σκευῇ τῆς ναυπηγίας. ἧς οἱ Ῥωμαῖοι κρατήσαντες καὶ πληρώματι καταρτίσαντες ἐπιλέκτῳ, πάντας 7 τοὺς εἰσπλέοντας, μάλιστα δὲ τὸν Ῥόδιον, ἐπετήρουν. ὁ δὲ κατὰ τύχην εἰσπλεύσας νυκτὸς μετὰ ταῦτα πάλιν ἀνήγετο φανερῶς. θεωρῶν δ᾽ ἐκ καταβολῆς αὑτῷ τὴν τετρήρη συνεξορμήσασαν, 8 γνοὺς τὴν ναῦν διετράπη. τὸ μὲν οὖν πρῶτον ὥρμησεν ὡς καταταχήσων: τῇ δὲ τοῦ πληρώματος παρασκευῇ καταλαμβανόμενος, τέλος ἐπιστρέψας 9 ἠναγκάσθη συμβαλεῖν τοῖς πολεμίοις. καταπροτερούμενος δὲ τοῖς ἐπιβατικοῖς διά τε τὸ πλῆθος καὶ διὰ τὴν ἐκλογὴν τῶν ἀνδρῶν, ἐγένετο τοῖς ἐχθροῖς 10 ὑποχείριος. οἱ δὲ Ῥωμαῖοι, κυριεύσαντες καὶ ταύτης τῆς νεὼς εὖ κατεσκευασμένης, καὶ καταρτίσαντες αὐτὴν τοῖς πρὸς τὴν χρείαν, οὕτως ἐκώλυσαν τοὺς κατατολμῶντας καὶ πλέοντας εἰς τὸ Λιλύβαιον. 48 Τῶν δὲ πολιορκουμένων ταῖς μὲν ἀντοικοδομίαις ἐνεργῶς χρωμένων, τοῦ δὲ λυμαίνεσθαι καὶ διαφθείρειν τὰς τῶν ὑπεναντίων παρασκευὰς ἀπεγνω2 κότων, γίνεταί τις ἀνέμου στάσις ἔχουσα τηλικαύτην