Textus Originalis
ταύτης, εἰ καιρίως ἅψαιντο τῆς ἐπιβολῆς, μόνως ἂν οὕτως πέρας ἐπιθεῖναι τῷ πολέμῳ συμφέρον. ὃ 4 καὶ τέλος ἐποίησαν. τὸ μὲν γὰρ πρῶτον ἐξεχώρησαν τῆς θαλάττης εἴξαντες τοῖς ἐκ τῆς τύχης συμπτώμασι, τὸ δὲ δεύτερον ἐλαττωθέντες τῇ περὶ τὰ 5 Δρέπανα ναυμαχίᾳ: τότε δὲ τρίτην ἐποιοῦντο ταύτην τὴν ἐπιβολήν, δι᾽ ἧς νικήσαντες καὶ τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα τῶν Καρχηδονίων ἀποκλείσαντες τῆς κατὰ θάλατταν χορηγίας τέλος ἐπέθηκαν 6 τοῖς ὅλοις. ἦν δὲ τῆς ἐπιβολῆς τὸ πλεῖον ψυχομαχία. χορηγία μὲν γὰρ οὐχ ὑπῆρχε πρὸς τὴν πρόθεσιν ἐν τοῖς κοινοῖς: οὐ μὴν ἀλλὰ διὰ τὴν τῶν προεστώτων ἀνδρῶν εἰς τὰ κοινὰ φιλοτιμίαν καὶ 7 γενναιότητα προσευρέθη πρὸς τὴν συντέλειαν. κατὰ γὰρ τὰς τῶν βίων εὐκαιρίας καθ᾽ ἕνα καὶ δύο καὶ τρεῖς ὑφίσταντο παρέξειν πεντήρη κατηρτισμένην, ἐφ᾽ ᾧ τὴν δαπάνην κομιοῦνται, κατὰ λόγον τῶν 8 πραγμάτων προχωρησάντων. τῷ δὲ τοιούτῳ τρόπῳ ταχέως ἑτοιμασθέντων διακοσίων πλοίων πεντηρικῶν, ὧν ἐποιήσαντο τὴν ναυπηγίαν πρὸς [παράδειγμα] τὴν τοῦ Ῥοδίου ναῦν, μετὰ ταῦτα στρατηγὸν καταστήσαντες Γάιον Λυτάτιον ἐξέπεμψαν ἀρ9 χομένης τῆς θερείας. ὃς καὶ παραδόξως ἐπιφανεὶς τοῖς κατὰ τὴν Σικελίαν τόποις τόν τε περὶ τὰ Δρέπανα λιμένα κατέσχε καὶ τοὺς περὶ τὸ Λιλύβαιον ὅρμους, παντὸς ἀνακεχωρηκότος εἰς τὴν οἰκείαν τοῦ 10 τῶν Καρχηδονίων ναυτικοῦ. συστησάμενος δὲ περὶ τὴν ἐν τοῖς Δρεπάνοις πόλιν ἔργα καὶ τἄλλα πρὸς τὴν πολιορκίαν παρασκευασάμενος, ἅμα μὲν ταύτῃ 11 προσεκαρτέρει τὰ δυνατὰ ποιῶν, ἅμα δὲ προορώμενος τὴν παρουσίαν τοῦ Καρχηδονίων στόλου, καὶ μνημονεύων τῆς ἐξ ἀρχῆς προθέσεως ὅτι μόνως