Textus Originalis
κοίλης καὶ τραχείας οὔσης τῆς θαλάττης, τὸ μὲν 7 πρῶτον διηπόρει τί δεῖ χρῆσθαι τοῖς παροῦσι. συλλογιζόμενος δ᾽ ὡς ἐὰν μὲν παραβάλληται χειμῶνος ὄντος, πρὸς Ἄννωνα ποιήσεται τὸν ἀγῶνα καὶ πρὸς αὐτὰς τὰς ναυτικὰς δυνάμεις καὶ πρὸς ἔτι γέμοντα 8 τὰ σκάφη, ἐὰν δὲ τηρῶν εὐδίαν καὶ καταμέλλων ἐάσῃ διᾶραι καὶ συμμῖξαι τοῖς στρατοπέδοις τοὺς πολεμίους, πρός τε τὰς ναῦς εὐκινήτους καὶ κεκουφισμένας ἀγωνιεῖται πρός τε τοὺς ἀρίστους ἄνδρας τῶν ἐκ τοῦ πεζοῦ στρατευμάτων, τὸ δὲ μέγιστον πρὸς τὴν Ἀμίλκου τόλμαν, ἧς οὐδὲν ἦν τότε φο9 βερώτερον: διόπερ ἔκρινε μὴ παρεῖναι τὸν ἐνεστῶτα καιρόν: συνιδὼν δὲ τὰς τῶν πολεμίων ναῦς ἱστιοδρομούσας, ἀνήγετο μετὰ σπουδῆς. τῶν δὲ πληρωμάτων εὐχερῶς ἀναφερόντων τὸν κλύδωνα ταῖς εὐεξίαις, ταχέως ἐπὶ μίαν ἐκτείνας ναῦν ἀντίπρωρ61 ρον κατέστησε τοῖς πολεμίοις τὸν στόλον. οἱ δὲ Καρχηδόνιοι κατιδόντες τὸν διάπλουν αὐτῶν προκατέχοντας τοὺς Ῥωμαίους, καθελόμενοι τοὺς ἱστοὺς καὶ παρακαλέσαντες κατὰ ναῦν σφᾶς αὐτούς, συν2 έβαλλον τοῖς ὑπεναντίοις. τῆς δ᾽ ἑκατέρων παρασκευῆς τὴν ἐναντίαν ἐχούσης διάθεσιν τῇ περὶ τὰ Δρέπανα γενομένῃ ναυμαχίᾳ, καὶ τὸ τέλος ἑκατέροις 3 τῆς μάχης εἰκότως ἐναντίον ἀπέβη. οἱ Ῥωμαῖοι μὲν γὰρ τήν τε ναυπηγίαν μετεσκευάκεισαν καὶ τὰ βάρη πάντα χωρὶς τῶν πρὸς τὴν ναυμαχίαν ἐπιτηδείων ἐξετέθειντο: τά τε πληρώματα συγκεκροτημένα διαφέρουσαν αὐτοῖς τὴν χρείαν παρείχετο, τούς τ᾽ ἐπιβάτας κατ᾽ ἐκλογὴν ἄνδρας ἀπαραχωρήτους ἐκ 4 τῶν πεζικῶν στρατοπέδων εἶχον. περὶ δὲ τοὺς Καρχηδονίους τἀναντία τούτοις ὑπῆρχεν. αἱ μὲν γὰρ νῆες γέμουσαι δυσχρήστως διέκειντο πρὸς τὸν