Textus Originalis

THE HISTORIES OF POLYBIUS

χίαις περιπεπτωκότων: καὶ μὴν οὐδὲ χορηγιῶν διάθεσις οὐδὲ φίλων οὐδὲ συμμάχων τῶν βοηθησόντων 7 ἔξωθεν ἐλπὶς οὐδ᾽ ἡτισοῦν ὑπῆρχε. διὸ καὶ τότε σαφῶς ἔγνωσαν ἡλίκην ἔχει διαφορὰν ξενικὸς καὶ 8 διαπόντιος πόλεμος ἐμφυλίου στάσεως καὶ ταραχῆς. 72 Οὐχ ἥκιστα δ᾽ αὐτοὶ σφίσι τῶν τοιούτων καὶ τηλικούτων κακῶν ἐγεγόνεισαν αἴτιοι. κατὰ γὰρ τὸν προγεγονότα πόλεμον εὐλόγους ἀφορμὰς ἔχειν ὑπολαμβάνοντες, πικρῶς ἐπεστάτησαν τῶν κατὰ τὴν 2 Λιβύην ἀνθρώπων, παραιρούμενοι μὲν τῶν ἄλλων πάντων τῶν καρπῶν τοὺς ἡμίσεις διπλασίους δὲ ταῖς πόλεσι τοὺς φόρους ἢ πρὶν ἐπιτάττοντες, συγγνώμην δὲ τοῖς ἀπόροις ἢ συμπεριφορὰν οὐδ᾽ ἡντινοῦν ἐπ᾽ οὐδενὶ τῶν πραττομένων διδόντες, θαυ3 μάζοντες δὲ καὶ τιμῶντες τῶν στρατηγῶν οὐ τοὺς πράως καὶ φιλανθρώπως τῷ πλήθει χρωμένους, ἀλλὰ τοὺς αὐτοῖς μὲν ἑτοιμάζοντας πλείστας χορηγίας κἀπισκευάς, τοῖς δὲ κατὰ τὴν χώραν πικρό4 τατα χρωμένους, ὧν εἷς ἦν Ἄννων. τοιγαροῦν οἱ μὲν ἄνδρες οὐχ οἷον παρακλήσεως πρὸς τὴν ἀπό5 στασιν, ἀλλ᾽ ἀγγέλου μόνον ἐδεήθησαν: αἱ δὲ γυναῖκες αἱ τὸν πρὸ τοῦ χρόνον ἀπαγομένους περιορῶσαι τοὺς σφετέρους ἄνδρας καὶ γονεῖς πρὸς τὰς εἰσφοράς, τότε συνομνύουσαι κατὰ πόλεις ἐφ᾽ ᾧ μηδὲν κρύψειν τῶν ὑπαρχόντων αὐταῖς, ἀφαιρούμεναι τὸν κόσμον εἰσέφερον ἀπροφασίστως εἰς τοὺς 6 ὀψωνιασμούς. καὶ τοιαύτην παρεσκεύασαν εὐπορίαν τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον ὥστε μὴ μόνον διαλῦσαι τὰ προσοφειλόμενα τῶν ὀψωνίων τοῖς μισθοφόροις κατὰ τὰς ἐπαγγελίας, ἃς ἐποιήσαντο πρὸς τὴν ἀπόστασιν, ἀλλὰ καὶ πρὸς τὸ συνεχὲς εὐπορῆ7 σαι χορηγίας. οὕτως οὐδέποτε δεῖ πρὸς τὸ παρὸν