Textus Originalis

THE HISTORIES OF POLYBIUS

καὶ Βοίων ἔτι δὲ Ταυρίσκων πλῆθος ἅμα τῷ τοὺς Ῥωμαίους δεξαμένους τοὺς ἑαυτῶν ἀκοντιστὰς προσβάλλειν σφίσι τὰς σπείρας συμπεσὸν τοῖς 7 πολεμίοις ἐκ χειρὸς ἐποίει μάχην ἐχυράν. διακοπτόμενοι γὰρ ἔμενον ἐπ᾽ ἴσον ταῖς ψυχαῖς, αὐτῷ τούτῳ καὶ καθόλου καὶ κατ᾽ ἄνδρα λειπόμενοι, ταῖς τῶν 8 ὅπλων κατασκευαῖς. οἱ μὲν οὖν θυρεοὶ πρὸς ἀσφάλειαν, αἱ δὲ μάχαιραι πρὸς πρᾶξιν μεγάλην διαφορὰν ἔχειν, τὴν δὲ Γαλατικὴν καταφορὰν ἔχειν μό9 νον. ἐπεὶ δ᾽ ἐξ ὑπερδεξίων καὶ κατὰ κέρας οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐμβαλόντες ἀπὸ τοῦ λόφου προσέφερον τὰς χεῖρας ἐρρωμένως, τόθ᾽ οἱ μὲν πεζοὶ τῶν Κελτῶν ἐν αὐτῷ τῷ τῆς παρατάξεως τόπῳ κατεκόπησαν, οἱ δ᾽ ἱππεῖς πρὸς φυγὴν ὥρμησαν. 31 Ἀπέθανον μὲν οὖν τῶν Κελτῶν εἰς τετρακισμυρίους, ἑάλωσαν δ᾽ οὐκ ἐλάττους μυρίων, ἐν οἷς καὶ 2 τῶν βασιλέων Κογκολιτάνος. ὁ δ᾽ ἕτερος αὐτῶν Ἀνηρόεστος εἴς τινα τόπον συμφυγὼν μετ᾽ ὀλίγων προσήνεγκε τὰς χεῖρας αὑτῷ καὶ τοῖς ἀναγκαίοις. 3 ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων τὰ μὲν σκῦλα συναθροίσας εἰς τὴν Ῥώμην ἀπέστειλε, τὴν δὲ λείαν 4 ἀπέδωκε τοῖς προσήκουσιν. αὐτὸς δ᾽ ἀναλαβὼν τὰ στρατόπεδα καὶ διελθὼν παρ᾽ αὐτὴν τὴν Λιγυστικὴν εἰς τὴν τῶν Βοίων ἐνέβαλε χώραν. πληρώσας δὲ τὰς ὁρμὰς τῶν στρατοπέδων τῆς ὠφελείας ἐν ὀλίγαις ἡμέραις ἧκε μετὰ τῶν δυνάμεων εἰς τὴν 5 Ῥώμην. καὶ τὸ μὲν Καπετώλιον ἐκόσμησε ταῖς τε σημαίαις καὶ τοῖς μανιάκαις· τοῦτο δ᾽ ἔστι χρυσοῦν ψέλιον, ὃ φοροῦσι περὶ τὸν τράχηλον οἱ Γαλάται· 6 τοῖς δὲ λοιποῖς σκύλοις καὶ τοῖς αἰχμαλώτοις πρὸς τὴν εἴσοδον ἐχρήσατο τὴν ἑαυτοῦ καὶ πρὸς τὴν τοῦ θριάμβου διακόσμησιν.