Textus Originalis

THE HISTORIES OF POLYBIUS

μενον ὑπὸ τῶν Γαλατῶν θυμῷ μᾶλλον ἢ λογισμῷ 4 βραβεύεσθαι. περὶ ὧν ἡμεῖς συνθεωρήσαντες μετ᾽ ὀλίγον χρόνον αὐτοὺς ἐκ τῶν περὶ τὸν Πάδον πεδίων ἐξωσθέντας, πλὴν ὀλίγων τόπων τῶν ὑπ᾽ αὐτὰς τὰς Ἄλπεις κειμένων, οὐκ ᾠήθημεν δεῖν οὔτε τὴν ἐξ ἀρχῆς ἔφοδον αὐτῶν ἀμνημόνευτον παραλιπεῖν οὔτε τὰς μετὰ ταῦτα πράξεις οὔτε τὴν τελευ5 ταίαν ἐξανάστασιν, ὑπολαμβάνοντες οἰκεῖον ἱστορίας ὑπάρχειν τὰ τοιαῦτ᾽ ἐπεισόδια τῆς τύχης εἰς μνήμην 6 ἄγειν καὶ παράδοσιν τοῖς ἐπιγινομένοις, ἵνα μὴ τελέως οἱ μεθ᾽ ἡμᾶς ἀνεννόητοι τούτων ὑπάρχοντες ἐκπλήττωνται τὰς αἰφνιδίους καὶ παραλόγους τῶν βαρβάρων ἐφόδους, ἀλλ᾽ ἐπὶ ποσὸν ἐν νῷ λαμβάνοντες ὡς ὀλιγοχρόνιόν ἐστι καὶ λίαν εὔφθαρτον τὸ τοιοῦτον, τὴν ἔφοδον αὐτῶν ὑπομένωσι καὶ πάσας ἐξελέγχωσι τὰς σφετέρας ἐλπίδας πρότερον 7 ἢ παραχωρῆσαί τινος τῶν ἀναγκαίων. καὶ γὰρ τοὺς τὴν Περσῶν ἔφοδον ἐπὶ τὴν Ἑλλάδα καὶ Γαλατῶν ἐπὶ Δελφοὺς εἰς μνήμην καὶ παράδοσιν ἡμῖν ἀγαγόντας οὐ μικρά, μεγάλα δ᾽ οἴομαι συμβεβλῆσθαι πρὸς 8 τοὺς ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνας. οὔτε γὰρ χορηγιῶν οὔθ᾽ ὅπλων οὔτ᾽ ἀνδρῶν πλῆθος καταπλαγεὶς ἄν τις ἀποσταίη τῆς τελευταίας ἐλπίδος, τοῦ διαγωνίζεσθαι περὶ τῆς σφετέρας χώρας καὶ πατρίδος, λαμβάνων πρὸ ὀφθαλμῶν τὸ παράδοξον τῶν τότε γενομένων, καὶ μνημονεύσας ὅσας μυριάδας καὶ τίνας τόλμας καὶ πηλίκας παρασκευὰς ἡ τῶν σὺν νῷ καὶ μετὰ λογισμοῦ κινδυνευόντων 9 αἵρεσις καὶ δύναμις καθεῖλεν. ὁ δ᾽ ἀπὸ Γαλατῶν φόβος οὐ μόνον τὸ παλαιόν, ἀλλὰ καὶ καθ᾽ ἡμᾶς 10 ἤδη πλεονάκις ἐξέπληξε τοὺς Ἕλληνας. διὸ καὶ