Textus Originalis

THE HISTORIES OF POLYBIUS

οὔτε τῶν παρὰ λόγον εἶναι δοκούντων οὐδὲν οἷόν τε συντελεσθῆναι. ἔστι δ᾽ οὖν, ὡς ἐμὴ δόξα, τοι6 αύτη τις. ἰσηγορίας καὶ παρρησίας καὶ καθόλου δημοκρατίας ἀληθινῆς σύστημα καὶ προαίρεσιν εἰλικρινεστέραν οὐκ ἂν εὕροι τις τῆς παρὰ τοῖς Ἀχαιοῖς 7 ὑπαρχούσης. αὕτη τινὰς μὲν ἐθελοντὴν αἱρετιστὰς εὗρε Πελοποννησίων, πολλοὺς δὲ πειθοῖ καὶ λόγῳ προσηγάγετο· τινὰς δὲ βιασαμένη σὺν καιρῷ παραχρῆμα πάλιν εὐδοκεῖν ἐποίησεν αὑτῇ τοὺς ἀναγκα8 σθέντας. οὐδενὶ γὰρ οὐδὲν ὑπολειπομένη πλεονέκτημα τῶν ἐξ ἀρχῆς, ἴσα δὲ πάντα ποιοῦσα τοῖς ἀεὶ προσλαμβανομένοις, ταχέως καθικνεῖτο τῆς προκειμένης ἐπιβολῆς, δύο συνεργοῖς χρωμένη τοῖς ἰσχυ9 ροτάτοις, ἰσότητι καὶ φιλανθρωπίᾳ. διὸ ταύτην ἀρχηγὸν καὶ αἰτίαν ἡγητέον τοῦ συμφρονήσαντας Πελοποννησίους τὴν ὑπάρχουσαν αὐτοῖς εὐδαιμονίαν καταστήσασθαι. 10 Τὰ μὲν οὖν τῆς προαιρέσεως καὶ τὸ τῆς πολιτείας ἰδίωμα τὸ νῦν εἰρημένον καὶ πρότερον 11 ὑπῆρχε παρὰ τοῖς Ἀχαιοῖς. δῆλον δὲ τοῦτο καὶ δι᾽ ἑτέρων μὲν πλειόνων, πρὸς δὲ τὸ παρὸν ἀρκέσει πίστεως χάριν ἓν ἢ καὶ δεύτερον ληφθὲν μαρτύριον. 39 καθ᾽ οὓς γὰρ καιροὺς ἐν τοῖς κατὰ τὴν Ἰταλίαν τόποις κατὰ τὴν Μεγάλην Ἑλλάδα τότε προσαγορευομένην ἐνεπρήσθη τὰ συνέδρια τῶν Πυθαγορείων, 2 μετὰ ταῦτα γενομένου κινήματος ὁλοσχεροῦς περὶ τὰς πολιτείας, ὅπερ εἰκός, ὡς ἂν τῶν πρώτων ἀνδρῶν ἐξ ἑκάστης πόλεως οὕτω παραλόγως δια3 φθαρέντων, συνέβη τὰς κατ᾽ ἐκείνους τοὺς τόπους Ἑλληνικὰς πόλεις ἀναπλησθῆναι φόνου καὶ στάσεως 4 καὶ παντοδαπῆς ταραχῆς. ἐν οἷς καιροῖς ἀπὸ τῶν πλείστων μερῶν τῆς Ἑλλάδος πρεσβευόντων ἐπὶ