Textus Originalis

THE HISTORIES OF POLYBIUS

εἰς τυραννίδα μεταστήσαντος, χρωμένου δὲ καὶ τῷ 4 πολέμῳ πρακτικῶς καὶ παραβόλως, προορώμενος Ἄρατος τὸ μέλλον, καὶ δεδιὼς τήν τε τῶν Αἰτωλῶν ἀπόνοιαν καὶ τόλμαν, ἔκρινε πρὸ πολλοῦ λυ5 μαίνεσθαι τὴν ἐπιβολὴν αὐτῶν. κατανοῶν δὲ τὸν Ἀντίγονον καὶ πρᾶξιν ἔχοντα καὶ σύνεσιν καὶ πίστεως ἀντιποιούμενον, τοὺς δὲ βασιλεῖς σαφῶς εἰδὼς φύσει μὲν οὐδένα νομίζοντας οὔτε φίλιον οὔτε πολέμιον, ταῖς δὲ τοῦ συμφέροντος ψήφοις αἰεὶ μετροῦντας τὰς ἔχθρας καὶ τὰς φιλίας, 6 ἐπεβάλετο λαλεῖν πρὸς τὸν εἰρημένον βασιλέα καὶ συμπλέκειν τὰς χεῖρας, ὑποδεικνύων αὐτῷ τὸ συμ7 βησόμενον ἐκ τῶν πραγμάτων. προδήλως μὲν οὖν αὐτὸ πράττειν ἀσύμφορον ἡγεῖτο διὰ πλείους αἰτίας. τόν τε γὰρ Κλεομένη καὶ τοὺς Αἰτωλοὺς ἀνταγωνι8 στὰς παρασκευάζειν ἤμελλε πρὸς τὴν ἐπιβολήν, τούς τε πολλοὺς τῶν Ἀχαιῶν διατρέψειν, καταφεύγων ἐπὶ τοὺς ἐχθροὺς καὶ δοκῶν ὁλοσχερῶς ἀπεγνωκέναι τὰς ἐν αὐτοῖς ἐλπίδας· ὅπερ ἥκιστα φαίνεσθαι πράτ9 των ἐβούλετο. διόπερ ἔχων τοιαύτην πρόθεσιν ἀδή10 λως αὐτὰ διενοεῖτο χειρίζειν. ἐξ οὗ πολλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάζετο καὶ λέγειν καὶ ποιεῖν πρὸς τοὺς ἐκτός, δι᾽ ὧν ἤμελλε τὴν ἐναντίαν ἔμφασιν ὑποδεικνύων ταύτην ἐπικρύψεσθαι τὴν οἰ11 κονομίαν. ὧν χάριν ἔνια τούτων οὐδ᾽ ἐν τοῖς ὑπομνήμασι κατέταξεν. 48 Εἰδὼς δὲ τοὺς Μεγαλοπολίτας κακοπαθοῦντας μὲν τῷ πολέμῳ διὰ τὸ παρακειμένους τῇ Λακεδαίμονι προπολεμεῖν τῶν ἄλλων, οὐ τυγχάνοντας δὲ