Textus Originalis

THE HISTORIES OF POLYBIUS

10 ρινθον εἰς τὴν Μακεδόνων οἰκίαν. διόπερ ἅμα τῷ 51 παρελθόντας τοὺς Μεγαλοπολίτας εἰς τὸ κοινὸν βουλευτήριον τά τε γράμματα τοῖς Ἀχαιοῖς ἐπιδεικνύναι καὶ διασαφεῖν τὴν ὅλην εὔνοιαν τοῦ βασιλέως, πρὸς δὲ τούτοις ἀξιοῦν ἐπισπάσασθαι τὸν Ἀντίγονον τὴν ταχίστην, εἶναι δὲ καὶ τὸ πλῆθος ἐπὶ τῆς αὐτῆς ὁρμῆς, προελθὼν Ἄρατος, καὶ τήν τε τοῦ βασιλέως προθυμίαν ἀποδεξάμενος καὶ τὴν τῶν πολλῶν διάληψιν ἐπαινέσας, παρεκάλει διὰ πλειόνων 2 μάλιστα μὲν πειρᾶσθαι δι᾽ αὑτῶν σῴζειν καὶ τὰς πόλεις καὶ τὴν χώραν· οὐδὲν γὰρ εἶναι τούτου κάλλιον οὐδὲ συμφορώτερον· ἐὰν δ᾽ ἄρα πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνῃ τὰ τῆς τύχης, πρότερον ἔφη δεῖν ἐξελέγξαντας πάσας τὰς ἐν αὑτοῖς ἐλπίδας τότε 3 καταφεύγειν ἐπὶ τὰς τῶν φίλων βοηθείας. ἐπισημηναμένου δὲ τοῦ πλήθους, ἔδοξε μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ δι᾽ αὑτῶν ἐπιτελεῖν τὸν ἐνεστῶτα 4 πόλεμον. ἐπεὶ δὲ Πτολεμαῖος ἀπογνοὺς μὲν τὸ ἔθνος Κλεομένει χορηγεῖν ἐπεβάλετο, βουλόμενος αὐτὸν ἐπαλείφειν ἐπὶ τὸν Ἀντίγονον διὰ τὸ πλείους ἐλπίδας ἔχειν ἐν τοῖς Λακεδαιμονίοις ἤπερ ἐν τοῖς Ἀχαιοῖς τοῦ δύνασθαι διακατέχειν τὰς τῶν ἐν Μακεδονίᾳ βασιλέων ἐπιβολάς, οἱ δ᾽ Ἀχαιοὶ τὸ μὲν πρῶτον ἠλαττώθησαν περὶ τὸ Λύκαιον, συμπλακέντες κατὰ πορείαν τῷ Κλεομένει, τὸ δὲ δεύτερον ἐκ παρατάξεως ἡττήθησαν ἐν τοῖς Λαδοκείοις καλουμένοις τῆς Μεγαλοπολίτιδος, ὅτε καὶ Λυδιάδας ἔπεσε, τὸ δὲ τρίτον ὁλοσχερῶς ἔπταισαν ἐν τῇ Δυμαίᾳ περὶ τὸ καλούμενον Ἑκατόμβαιον, πανδημεὶ διακινδυνεύοντες, τότ᾽ ἤδη τῶν πραγμάτων οὐκέτι διδόντων ἀναστροφὴν ἠνάγκαζε τὰ περιεστῶτα καταφεύγειν ὁμοθυμαδὸν ἐπὶ τὸν Ἀντίγονον.