Textus Originalis
18. Μετὰ δὲ ταῦτα συνέβη τοὺς μὲν Καρχηδονίους εὐλαβέστερον διακεῖσθαι πρὸς τὰς ἐπιθέσεις, τοὺς δὲ Ῥωμαίους φυλακτικώτερον χρῆσθαι ταῖς προνομαῖς. ἐπεὶ δ᾽ οὐκ ἀντεξήεσαν οἱ Καρχηδόνιοι πλὴν ἕως ἀκροβολισμοῦ, διελόντες οἱ στρατηγοὶ τῶν Ῥωμαίων εἰς δύο μέρη τὴν δύναμιν τῷ μὲν ἑνὶ περὶ τὸ πρὸ τῆς πόλεως Ἀσκληπιεῖον ἔμενον, θατέρῳ δὲ κατεστρατοπέδευσαν ἐν τοῖς πρὸς Ἡράκλειαν κεκλιμένοις μέρεσι τῆς πόλεως. τὰ δὲ μεταξὺ τῶν στρατοπέδων ἐξ ἑκατέρου τοῦ μέρους τῆς πόλεως ὠχυρώσαντο, καὶ τὴν μὲν ἐντὸς αὐτῶν τάφρον προυβάλοντο χάριν τῆς πρὸς τοὺς ἐξιόντας ἐκ τῆς πόλεως ἀσφαλείας, τὴν δ᾽ ἐκτὸς αὐτῶν περιεβάλοντο, φυλακὴν ποιούμενοι τῶν ἔξωθεν ἐπιθέσεων καὶ τῶν παρεισάγεσθαι καὶ παρεισπίπτειν εἰωθότων εἰς τὰς πολιορκουμένας πόλεις. τὰ δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν στρατοπέδων διαστήματα φυλακαῖς διέλαβον, ὀχυροποιησάμενοι τοὺς εὐκαίρους τῶν τόπων ἐν διαστάσει. τὰ δὲ χορήγια καὶ τὴν ἄλλην παρασκευὴν οἱ μὲν ἄλλοι σύμμαχοι πάντες ἤθροιζον αὐτοῖς καὶ παρῆγον εἰς Ἕρβησόν, αὐτοὶ δ᾽ ἐκ ταύτης τῆς πόλεως οὐ μακρὰν ὑπαρχούσης ἄγοντες καὶ φέροντες συνεχῶς τὰς ἀγορὰς δαψιλῆ τἀναγκαῖα σφίσι παρεσκεύαζον. πέντε μὲν οὖν ἴσως μῆνας ἐπὶ τῶν αὐτῶν διέμενον, οὐδὲν ὁλοσχερὲς προτέρημα δυνάμενοι λαβεῖν κατ᾽ ἀλλήλων πλὴν τῶν ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς συμβαινόντων. συναγομένων δὲ τῷ λιμῷ τῶν Καρχηδονίων διὰ τὸ πλῆθος τῶν ἐν τῇ πόλει συγκεκλεισμένων ἀνδρῶν, οὐ γὰρ ἐλάττους πέντε μυριάδων ὑπῆρχον, δυσχρηστούμενος Ἀννίβας ἤδη τοῖς πράγμασιν, ὁ τεταγμένος ἐπὶ τῶν πολιορκουμένων δυνάμεων, διεπέμπετο συν-