Textus Originalis

THE HISTORIES OF POLYBIUS

Μεσσήνην τὰς δυνάμεις, οὐχ οἷον κατάφρακτος αὐτοῖς ὑπῆρχε ναῦς, ἀλλ᾽ οὐδὲ καθόλου μακρὸν πλοῖον 14 οὐδὲ λέμβος οὐδ᾽ εἷς, ἀλλὰ παρὰ Ταραντίνων καὶ Λοκρῶν ἔτι δ᾽ Ἐλεατῶν καὶ Νεαπολιτῶν συγχρησάμενοι πεντηκοντόρους καὶ τριήρεις ἐπὶ τούτων 15 παραβόλως διεκόμισαν τοὺς ἄνδρας. ἐν ᾧ δὴ καιρῷ τῶν Καρχηδονίων κατὰ τὸν πορθμὸν ἐπαναχθέντων αὐτοῖς, καὶ μιᾶς νεὼς καταφράκτου διὰ τὴν προθυμίαν προπεσούσης, ὥστ᾽ ἐποκείλασαν γενέσθαι τοῖς Ῥωμαίοις ὑποχείριον, ταύτῃ παραδείγματι χρώμενοι τότε πρὸς ταύτην ἐποιοῦντο τὴν τοῦ 16 παντὸς στόλου ναυπηγίαν, ὡς εἰ μὴ τοῦτο συνέβη γενέσθαι, δῆλον ὡς διὰ τὴν ἀπειρίαν εἰς τέλος ἂν 21 ἐκωλύθησαν τῆς ἐπιβολῆς. οὐ μὴν ἀλλ᾽ οἷς μὲν ἐπιμελὲς ἦν τῆς ναυπηγίας, ἐγίνοντο περὶ τὴν τῶν πλοίων κατασκευήν, οἱ δὲ τὰ πληρώματα συναθροίσαντες ἐδίδασκον ἐν τῇ γῇ κωπηλατεῖν τὸν τρόπον 2 τοῦτον. καθίσαντες ἐπὶ τῶν εἰρεσιῶν ἐν τῇ χέρσῳ τοὺς ἄνδρας τὴν αὐτὴν ἔχοντας τάξιν ταῖς ἐπ᾽ αὐτῶν τῶν πλοίων καθέδραις, μέσον δ᾽ ἐν αὐτοῖς στήσαντες τὸν κελευστήν, ἅμα πάντας ἀναπίπτειν ἐφ᾽ αὑτοὺς ἄγοντας τὰς χεῖρας, καὶ πάλιν προνεύειν ἐξωθοῦντας ταύτας συνείθιζον ἄρχεσθαί τε καὶ λήγειν τῶν κινήσεων πρὸς τὰ τοῦ κελευστοῦ παραγγέλματα. 3 προκατασκευασθέντων δὲ τούτων ἅμα τῷ συντελεσθῆναι τὰς ναῦς καθελκύσαντες, καὶ βραχὺν χρόνον ἐπ᾽ αὐτῆς τῆς ἀληθείας ἐν θαλάττῃ πειραθέντες, ἔπλεον παρὰ τὴν Ἰταλίαν κατὰ τὸ πρόσταγμα 4 τοῦ στρατηγοῦ. ὁ γὰρ ἐπὶ τῆς ναυτικῆς δυνάμεως