Textus Originalis
τούτων τῆς ναυτικῆς δυνάμεως περὶ τέτταρας καὶ δέκα μυριάδας, ὡς ἂν ἑκάστης νεὼς λαμβανούσης 8 ἐρέτας μὲν τριακοσίους, ἐπιβάτας δ᾽ ἑκατὸν εἴκοσιν. οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πλεῖον καὶ τὸ πᾶν ἡρμόζοντο πρὸς τὸν κατὰ θάλατταν κίνδυνον: τό γε μὴν πλῆθος αὐτῶν ἦν ὑπὲρ πεντεκαίδεκα μυριάδας κατὰ 9 τὸν τῶν νεῶν λόγον. ἐφ᾽ οἷς οὐχ οἷον ἄν τις παρὼν καὶ θεώμενος ὑπὸ τὴν ὄψιν, ἀλλὰ κἂν ἀκούων καταπλαγείη τὸ τοῦ κινδύνου μέγεθος καὶ τὴν τῶν πολιτευμάτων ἀμφοτέρων μεγαλομερίαν καὶ δύναμιν, στοχαζόμενος ἔκ τε τοῦ τῶν ἀνδρῶν καὶ τοῦ τῶν νεῶν πλήθους. 10 Οὐδὲ Ῥωμαῖοι συλλογιζόμενοι διότι τὸν μὲν πλοῦν εἶναι συμβαίνει πελάγιον, τοὺς δὲ πολεμίους ταχυναυτεῖν, πανταχόθεν ἐπειρῶντο ποιεῖσθαι τὴν 11 τάξιν ἀσφαλῆ καὶ δυσπρόσοδον. τὰς μὲν οὖν ἑξήρεις δύ᾽ οὔσας, ἐφ᾽ ὧν ἔπλεον οἱ στρατηγοὶ Μάρκος Ἀτίλιος καὶ Λεύκιος Μάλιος, πρώτας ἐν μετώπῳ παραλλήλους ἔταξαν. τούτων δ᾽ ἑκατέρᾳ 12 συνεχεῖς κατὰ μίαν ναῦν ἐπιτάττοντες τῇ μὲν τὸν πρῶτον, τῇ δὲ τὸν δεύτερον στόλον ἐπέστησαν, ἀεὶ καθ᾽ ἑκάστην ναῦν ἑκατέρου τοῦ στόλου μεῖζον τὸ μεταξὺ ποιοῦντες διάστημα. ταῖς δὲ πρώρραις 13 ἔξω νεύοντα τὰ σκάφη τὴν ἐπίστασιν ἐπ᾽ ἀλλήλοις εἶχεν. ἐπειδὴ δὲ τὸν πρῶτον καὶ δεύτερον στόλον ἁπλῶς εἰς ἔμβολον ἔταξαν, ἐπέβαλον τούτοις ἐπὶ μίαν ναῦν ἐν μετώπῳ τὸ τρίτον στρατόπεδον: ὧν 14 ἐπιστάντων ἀπετελέσθη τρίγωνον τὸ πᾶν εἶδος τῆς τάξεως. ἐπὶ δὲ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν ταῖς τοῦ τρίτου στόλου