Textus Originalis
σθεὶς παρὰ τὴν Σικελίαν ἀσφαλῶς, ἧκεν εἰς τὴν Ῥώμην. 30 Οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὴν τῶν πολεμίων παρασκευὴν χρονιωτέραν οὖσαν, πρῶτον μὲν στρατηγοὺς ἑαυτῶν εἵλοντο δύο, τόν τ᾽ Ἄννωνος Ἀσδρούβαν καὶ Βώσταρον, μετὰ δὲ ταῦτα πρὸς τὸν Ἀμίλκαν ἔπεμπον εἰς τὴν Ἡράκλειαν, καλοῦντες 2 κατὰ τάχος αὐτόν. ὁ δ᾽ ἀναλαβὼν ἱππεῖς πεντακοσίους καὶ πεζοὺς πεντακισχιλίους παρῆν εἰς τὴν Καρχηδόνα: καὶ κατασταθεὶς στρατηγὸς τρίτος, ἐβουλεύετο μετὰ τῶν περὶ τὸν Ἀσδρούβαν πῶς δεῖ 3 χρῆσθαι τοῖς παροῦσιν. ἔδοξεν οὖν αὐτοῖς βοηθεῖν τῇ χώρᾳ καὶ μὴ περιορᾶν αὐτὴν ἀδεῶς πορθουμέ4 νην. ὁ δὲ Μάρκος μετά τινας ἡμέρας ἐπεπορεύετο, τὰ μὲν ἀτείχιστα τῶν ἐρυμάτων ἐξ ἐφόδου διαρ5 πάζων, τὰ δὲ τετειχισμένα πολιορκῶν. ἀφικόμενος δὲ πρὸς πόλιν Ἀδὺν ἀξιόχρεω, περιστρατοπεδεύσας ταύτην συνίστατο μετὰ σπουδῆς ἔργα καὶ πολιορ6 κίαν. οἱ δὲ Καρχηδόνιοι τῇ τε πόλει σπουδάζοντες βοηθῆσαι καὶ τῶν ὑπαίθρων ἀντιποιεῖσθαι κρίνοντες ἐξῆγον τὴν δύναμιν. καὶ καταλαβόμενοι 7 λόφον ὑπερδέξιον μὲν τῶν πολεμίων, ἀφυῆ δὲ ταῖς ἑαυτῶν δυνάμεσιν, ἐν τούτῳ κατεστρατοπέδευσαν. 8 λοιπὸν ἔχοντες μὲν τὰς πλείστας ἐλπίδας ἐν τοῖς ἱππεῦσι καὶ τοῖς θηρίοις, ἀφέμενοι δὲ τῶν ἐπιπέδων χωρίων καὶ συγκλείσαντες σφᾶς αὐτοὺς εἰς τόπους ἐρυμνοὺς καὶ δυσβάτους, ἔμελλον διδάξειν τοὺς πολεμίους ὃ δέον ἦν πράττειν κατ᾽ αὐτῶν. ὃ 9 δὴ καὶ συνέβη γενέσθαι. συννοήσαντες γὰρ οἱ τῶν Ῥωμαίων ἡγεμόνες ἐμπείρως ὅτι τὸ πρακτικώτατον καὶ φοβερώτατον τῆς τῶν ὑπεναντίων δυνάμεως