Textus Originalis

10 DIODORI SICULI

10 DIODORI SICULI

Ταῦτα μὲν οὖν ἀκριβῶς προδιωρισάμεϑα, βουλόμενοι τοὺς μὲν ἀναγινώσκοντας εἰς ἔννοιαν ἀγαγεῖν τῆς ὅλης προϑέσεως, τοὺς δὲ διασκευάζειν εἰωϑότας τὰς βίβλους ἀποτρέψαι τοῦ λυμαίνεσϑαι τὰς ἀλλοτρίας πραγματείας. ἡμῖν δὲ παρ᾽ ὅλην τὴν ἱστορίαν τὰ μὲν γραφέντα καλῶς μὴ μετεχέτω φϑόνου, τὰ δὲ ἀγνοηϑέντα τυγχανέτω διορϑώσεως ὑπὸ τῶν δυνατωτέρων. διεληλυϑότες δὲ ὑπὲρ ὧν προῃρούμεϑα, τὴν ἐπαγγελίαν τῆς γραφῆς βεβαιοῦν ἐγχειρήσομεν. Περὶ μὲν οὖν ϑεῶν τίνας ἐννοίας ἔσχον οἱ πρῶτοι καταδείξαντες τιμᾶν τὸ ϑεῖον, καὶ τῶν μυϑολογουμένων περὶ ἑκάστου τῶν ἀϑανάτων, τὰ μὲν πολλὰ συντάξασϑαι παρήσομεν κατ᾽ ἰδίαν διὰ τὸ τὴν ὑπόϑεσιν ταύτην πολλοῦ λόγου προσδεῖσϑαι, ὅσα δ᾽ ἂν ταῖς προκειμέναις ἱστορίαις οἰκεῖα δόξωμεν ὑπάρχειν, παραϑήσομεν ἐν κεφαλαίοις, ἵνα μηδὲν τῶν ἀκοῆς ἀξίων ἐπιζητῆται. περὶ δὲ τοῦ γένους τῶν ἁπάντων ἀνϑρώπων καὶ τῶν πραχϑέντων ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι. περὶ τῆς πρώτης τοίνυν γενέσεως τῶν ἀνϑρώπων διτταὶ γεγόνασιν ἀποφάσεις παρὰ τοῖς νομιμωτάτοις τῶν τε φυσιολόγων καὶ τῶν ἱστορικῶν: οἱ μὲν γὰρ αὐτῶν ἀγέννητον καὶ ἄφϑαρτον ὑποστησάμενοι τὸν κόσμον, ἀπεφήναντο καὶ τὸ γένος τῶν ἀνθρώπων ἐξ αἰῶνος ὑπάρχειν, μηδέποτε τῆς αὐτῶν τεκνώσεως ἀρχὴν ἐσχηκυίας: οἱ δὲ γεννητὸν καὶ φϑαρτὸν εἶναι νομίσαντες ἔφησαν ὁμοίως ἐκείνῳ τοὺς ἀνθρώπους τυχεῖν τῆς πρώτης γενέσεως ὡρισμένοις χρόνοις. 2 ἀπετελέσϑησαν CF 3 πρῶτον] τρίτον Holzapfel.