Textus Originalis
I 4. 5. 6. 11
Κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμιγμένης αὐτῶν τῆς φύσεως: μετὰ δὲ ταῦτα διαστάντων τῶν σωμάτων ἀπ᾽ ἀλλήλων, τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῷ σύνταξιν, τὸν δ᾽ ἀέρα κινήσεως τυχεῖν συνεχοῦς, καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύσεως διὰ τὴν κουφότητα: ἀφ᾽ ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν πλῆϑος τῶν ἄστρων ἐναποληφϑῆναι τῇ πάσῃ δίνῃ: τὸ δὲ ἰλυῶδες καὶ ϑολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸ καταστῆναι διὰ τὸ βάρος: εἰλούμενον δ᾽ ἐν ἑαυτῷ συνεχῶς καὶ συστρεφόμενον ἐκ μὲν τῶν ὑγρῶν τὴν ϑάλατταν, ἐκ δὲ τῶν στερεμνιωτέρων ποιῆσαι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλήν. ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν ϑερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοιδῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους, καὶ γενέσϑαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας: ὅπερ ἐν τοῖς ἕλεσι καὶ τοῖς λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσϑαι γινόμενον, ἐπειδὰν τῆς χώρας κατεψυγμένης ἄφνω διάπυρος ὁ ἀὴρ γένηται, μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατ᾽ ὀλίγον. ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς ϑερμασίας τὸν εἰρημένον τρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης 4 τιμᾶν om. D καὶ περὶ τῶν μυϑολογουμένων ἑκάστου codices (et Euseb. praep. ev. I 7, 1); corr. Dindorf (cf. IV 6, 1) 6 παρήσομεν Madvig, πειρασόμεϑα libri 8 οἰκεῖα scripsi, ἐοικότα libri — 16 παρὰ τοῖς ὀνομαστοτάτοις καὶ νομιμωτάτοις D 22 ἄφϑαρτον C; καὶ φϑαρτὸν om. F 22 ἐκείνῳ Rhodoman, ἐκείνοις codices, ἐκείνῳ καὶ Hertlein.