Textus Originalis
I 58. 59. 101
Αἰγύπτου πολλαῖς γενεαῖς ὕστερον πεσούσης ὑπὸ τὴν ἐξουσίαν τῶν Περσῶν, καὶ Δαρείου τοῦ Ξέρξου πατρὸς σπουδάσαντος ἐν Μέμφει τὴν ἰδίαν εἰκόνα στῆσαι πρὸ τῆς Σεσοώσιος, ὁ μὲν ἀρχιερεὺς ἀντεῖπε λόγου προτεϑέντος ἐν ἐκκλησίᾳ τῶν ἱερέων, ἀποφηνάμενος ὡς οὔπω Δαρεῖος ὑπερβέβηκε τὰς Σεσοώσιος πράξεις, ὁ δὲ βασιλεὺς οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ τοὐναντίον ἡσϑεὶς ἐπὶ τῇ παρρησίᾳ σπουδάσειν ἔφησεν ὅπως κατὰ μηδὲν ἐκείνου λειφϑείῃ βιώσας τὸν ἴσον χρόνον, καὶ παρεκάλει συγκρίνειν τὰς ἡλικιώτιδας πράξεις: τοῦτον γὰρ δικαιότατον ἔλεγχον εἶναι τῆς ἀρετῆς. περὶ μὲν οὖν Σεσοώσιος ἀρκεσϑησόμεϑα τοῖς λόγοις τοῖς ῥηϑεῖσιν. Ὁ δ᾽ υἱὸς αὐτοῦ διαδεξάμενος τὴν βασιλείαν καὶ τὴν τοῦ πατρὸς προσηγορίαν ἑαυτῷ περιϑέμενος πρᾶξιν μὲν πολεμικὴν ἢ μνήμης ἀξίαν οὐδ᾽ ἡντινοῦν συνετελέσατο, συμπτώματι δὲ περιέπεσεν ἰδιάζοντι. ἐστερήϑη μὲν γὰρ τῆς ὁράσεως εἴτε διὰ τὴν πρὸς τὸν πατέρα τῆς φύσεως κοινωνίαν εἴϑ᾽, ὥς τινες μυϑολογοῦσι, διὰ τὴν εἰς τὸν ποταμὸν ἀσέβειαν, ἐν ᾧ χειμαζόμενός ποτε τὸ φερόμενον ῥεῦμα κατῃκόντισε: διὰ δὲ τὴν ἀτυχίαν ἀναγκασϑεὶς καταφυγεῖν ἐπὶ τὴν τῶν ϑεῶν βοήϑειαν ἐπὶ χρόνους ἱκανοὺς πλείσταις ϑυσίαις καὶ τιμαῖς τὸ ϑεῖον ἐξιλασκόμενος, οὐδεμιᾶς ἐτύγχανε πολυωρίας: τῷ δεκάτῳ δ᾽ ἔτει μαντείας αὐτῷ γενομένης τιμῆσαί τε 4 πρὸ τῆς Dindorf, πρὸς τῇ D, πρὸ τῆς τοῦ ceteri 6 ὑπερτέϑειται II 13 τοῖς λόγοις τοῖς ῥηϑεῖσιν ABDE, τοῖς εἰρημένοις λόγοις ceteri. 21 ἐν ᾧ ... κατηκόντισεν ABDE τὸ γὰρ (γὰρ om. FG) ῥεῦμα ... ceteri.