Textus Originalis
102 DIODORI SICULI
τὸν ϑεὸν τὸν ἐν Ἡλιουπόλει καὶ γυναικὸς οὔρῳ νίψασϑαι τὸ πρόσωπον ἥτις ἑτέρου πεῖραν ἀνδρὸς οὐκ εἴληφε, τῶν μὲν γυναικῶν ἀπὸ τῆς ἰδίας ἀρξάμενος καὶ πολλὰς ἐξετάσας οὐδεμίαν εὗρεν ἀδιάφϑορον πλὴν κηπουροῦ τινος, ἣν ὑγιὴς γενόμενος ἔγημε: τὰς δ᾽ ἄλλας ζώσας ἐν κώμῃ τινὶ κατέκαυσεν, ἣν Αἰγύπτιοι διὰ τὸ σύμπτωμα τοῦτο προσηγόρευσαν ἱερὰν βῶλον: τῷ δ᾽ ἐν Ἡλιουπόλει ϑεῷ τὰς χάριτας ἀπονέμων τῆς εὐεργεσίας κατὰ τὸν χρησμὸν ὀβελίσκους ἀνέϑηκε δύο μονολίϑους, τὸ μὲν πλάτος ὀκτώ, τὸ δὲ μῆκος πηχῶν ἑκατόν. Μετὰ δὲ τοῦτον τὸν βασιλέα συχνοὶ τῶν διαδεξαμένων τὴν ἀρχήν τινες οὐδὲν ἔπραξαν ἀναγραφῆς ἄξιον. πολλαῖς δ᾽ ὕστερον γενεαῖς Ἄμασις γενόμενος βασιλεὺς ἦρχε τῶν ὄχλων βιαιότερον: πολλοὺς μὲν γὰρ παρὰ τὸ δίκαιον ἐτιμωρεῖτο, συχνοὺς δὲ τῶν οὐσιῶν ἐστέρισκε, πᾶσι δ᾽ ὑπεροπτικῶς καὶ κατὰ πᾶν ὑπερηφάνως προσεφέρετο. μέχρι μὲν οὖν τινος οἱ πάσχοντες ἐκαρτέρουν, οὐ δυνάμενοι κατ᾽ οὐδένα τρόπον ἀμύνασϑαι τοὺς πλέον ἰσχύοντας: ἐπεὶ δ᾽ Ἀκτισάνης ὁ τῶν Αἰϑιόπων βασιλεὺς ἐστράτευσεν ἐπ᾽ αὐτόν, τότε τοῦ μίσους καιρὸν λαβόντος ἀπέστησαν οἱ πλεῖστοι. διόπερ ῥᾳδίως αὐτοῦ χειρωϑέντος ἡ μὲν Αἴγυπτος ἔπεσεν ὑπὸ τὴν τῶν Αἰϑιόπων βασιλείαν, ὁ δ᾽ Ἀκτισάνης ἀνϑρωπίνως ἐνέγκας τὴν εὐτυχίαν ἐπιεικῶς προσεφέρετο τοῖς ὑποτεταγμένοις: ὅτε δὴ καὶ συνετέλεσεν ἴδιόν 2 ἥτις πεῖραν ... εἴληφεν ἑτέρου vulg. 11 πηχῶν] ποδῶν F 16 ἐτιμωρήσατο D 23 λαβόντες libri, corr. Dindorf (XV 1, 4) 24 ἔπεσεν] χειρωϑεῖσα D.