Textus Originalis

I 64. 109

I 64. 109

πρὶν ἢ τὸ πᾶν ἔργον λαβεῖν συντέλειαν. τῆς μὲν γὰρ βάσεως ἑκάστην πλευρὰν ὑπεστήσατο πλέϑρων τριῶν, τοὺς δὲ τοίχους ἐπὶ μὲν πεντεκαίδεκα δόμους κατεσκεύασεν ἐκ μέλανος λίϑου τῷ Θηβαϊκῷ παραπλησίου, τὸ δὲ λοιπὸν ἀνεπλήρωσεν ἐκ λίϑων ὁμοίων ταῖς ἄλλαις πυραμίσιν. τῷ δὲ μεγέϑει λειπόμενον τοῦτο τὸ ἔργον τῶν προειρημένων τῇ κατὰ τὴν χειρουργίαν τέχνῃ πολὺ διαλλάττει καὶ τῇ τοῦ λίϑου πολυτελείᾳ: ἐπιγέγραπται δὲ κατὰ τὴν βόρειον αὐτῆς πλευρὰν ὁ κατασκευάσας αὐτὴν Μυκερῖνος. τοῦτον δέ φασι μισήσαντα τὴν τῶν προβασιλευσάντων ὠμότητα ζηλῶσαι βίον ἐπιεικῆ καὶ πρὸς τοὺς ἀρχομένους εὐεργετικόν, καὶ ποιεῖν αὐτὸν συνεχῶς ἄλλα τε πλείω δι᾽ ὧν ἦν μάλιστα ἐκκαλέσασϑαι τὴν τοῦ πλήϑους πρὸς αὐτὸν εὔνοιαν, καὶ κατὰ τοὺς χρηματισμοὺς ἀναλίσκειν χρημάτων πλῆϑος, διδόντα δωρεὰς τῶν ἐπιεικῶν τοῖς δοκοῦσιν ἐν ταῖς κρίσεσι μὴ κατὰ τρόπον ἀπαλλάττειν. Εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς πυραμίδες, ὧν ἑκάστη μὲν πλευρὰ πλεϑριαία ὑπάρχει, τὸ δ᾽ ὅλον ἔργον παραπλήσιον τῇ κατασκευῇ ταῖς ἄλλαις πλὴν τοῦ μεγέϑους: ταύτας δέ φασι τοὺς προειρημένους τρεῖς βασιλεῖς ταῖς ἰδίαις κατασκευάσαι γυναιξίν. ὁμολογεῖται δὲ ταῦτα τὰ ἔργα πολὺ προέχειν τῶν κατ᾽ Αἴγυπτον οὐ μόνον τῷ βάρει τῶν κατασκευασμάτων καὶ ταῖς δαπάναις, ἀλλὰ καὶ τῇ φιλοτεχνίᾳ τῶν ἐρ- 1 πρὶν ἢ τὸ πᾶν] ἧπερ τὸ CF ἔλαβε vulg. 6 ὁμοίως D 14 μάλιστα] δυνατὸν add. vulg. ἐκκαλεῖσϑαι II 16 καὶ κατὰ] κατὰ δὲ vulg. 20 πλεϑραία D, δίπλεϑρος CF 26 πολυτεχνίᾳ II.