Textus Originalis

108 DIODORI SICULI

108 DIODORI SICULI

φόν, ἀλλ᾽ υἱὸν παραλαβεῖν τὴν ἀρχήν, ὀνομαζόμενον Χαβρύην. συμφωνεῖται δὲ παρὰ πᾶσιν ὅτι ζηλώσας ὁ διαδεξάμενος τὴν τοῦ προβασιλεύσαντος προαίρεσιν κατεσκεύασε τὴν δευτέραν πυραμίδα, τῇ μὲν κατὰ τὴν χειρουργίαν τέχνῃ παραπλησίαν τῇ προειρημένῃ, τῷ δὲ μεγέϑει πολὺ λειπομένην, ὡς ἂν τῆς ἐν τῇ βάσει πλευρᾶς ἑκάστης οὔσης σταδιαίας. ἐπιγέγραπται δ᾽ ἐπὶ τῆς μείζονος τὸ πλῆϑος τῶν ἀναλωϑέντων χρημάτων, ὡς εἰς λάχανα καὶ συρμαίαν τοῖς ἐργάταις μηνύεται διὰ τῆς γραφῆς, τάλαντα δεδαπανῆσϑαι πλείω τῶν χιλίων καὶ ἑξακοσίων. ἡ δ᾽ ἐλάττων ἀνεπίγραφος μέν ἐστιν, ἀνάβασιν δ᾽ ἔχει διὰ μιᾶς τῶν πλευρῶν ἐγκεκολαμμένην. τῶν δὲ βασιλέων τῶν κατασκευασάντων αὐτὰς ἑαυτοῖς τάφους συνέβη μηδέτερον αὐτῶν ταῖς πυραμίσιν ἐνταφῆναι: τὰ γὰρ πλήϑη διά τε ταλαιπωρίαν τὴν ἐν τοῖς ἔργοις καὶ διὰ τὸ τούτους τοὺς βασιλεῖς ὠμὰ καὶ βίαια πολλὰ πρᾶξαι δι᾽ ὀργῆς εἶχε τοὺς αἰτίους, καὶ τὰ σώματα ἠπείλει διασπάσειν καὶ μεϑ᾽ ὕβρεως ἐκρίψειν ἐκ τῶν τάφων: διὸ καὶ τελευτῶν ἑκάτερος ἐνετείλατο τοῖς προσήκουσιν ἐν ἀσήμῳ τόπῳ καὶ λάϑρᾳ ϑάψαι τὸ σῶμα. Μετὰ δὲ τούτους ἐγένετο βασιλεὺς Μυκερῖνος, ὅν τινες Μεγχερῖνον ὀνομάζουσιν, υἱὸς ὢν τοῦ ποιήσαντος τὴν προτέραν πυραμίδα. οὗτος δ᾽ ἐπιβαλόμενος τρίτην κατασκευάζειν, πρότερον ἐτελεύτησε 2 Χαβρύιν CD 3 βασιλεύσαντος CF 5 τέχνην χειρουργίᾳ libri, c. 63, 3 9 εἰς om. C 10 μηνύεται] καὶ μηνύεται C, καταμηνύεσϑαι F 11 δεδαπανῆσϑαι τάλαντα II 13 πολλὰ om. D 24 μεχερῖνον D, μενχερῖνον C