Textus Originalis

I 64. 65. 66. 111

I 64. 65. 66. 111

καζε λειτουργεῖν ταῖς πόλεσι δεδεμένους, καὶ διὰ τούτων πολλὰ μὲν χώματα κατεσκεύαζεν, οὐκ ὀλίγας δὲ διώρυχας ὤρυττεν εὐκαίρους: ὑπελάμβανε γὰρ τοῖς μὲν κολαζομένοις τὸ τῆς τιμωρίας ἀπότομον ἠλαττωκέναι, ταῖς δὲ πόλεσιν ἀντὶ προστίμων ἀνωφελῶν μεγάλην εὐχρηστίαν περιπεποιηκέναι. τὴν δὲ τῆς εὐσεβείας ὑπερβολὴν συλλογίσαιτ᾽ ἄν τις ἐκ τῆς κατὰ τὸν ὄνειρον φαντασίας καὶ τῆς κατὰ τὴν ἀρχὴν ἀποϑέσεως. ἔδοξε μὲν γὰρ κατὰ τὸν ὕπνον λέγειν αὐτῷ τὸν ἐν Θήβαις ϑεὸν ὅτι βασιλεύειν οὐ δυνήσεται τῆς Αἰγύπτου μακαρίως οὐδὲ πολὺν χρόνον, ἐὰν μὴ τοὺς ἱερεῖς ἅπαντας διατεμὼν διὰ μέσου αὐτῶν διέλϑῃ μετὰ τῆς ϑεραπείας. πολλάκις δὲ τούτου γινομένου μεταπεμψάμενος πανταχόϑεν τοὺς ἱερεῖς ἔφη λυπεῖν τὸν ϑεὸν ἐν τῇ χώρᾳ μένων: οὐ γὰρ ἂν αὐτῷ τοιαῦτα προστάττειν κατὰ τὸν ὕπνον. ἀπελϑὼν οὖν βούλεσϑαι καϑαρὸς παντὸς μύσους ἀποδοῦναι τὸ ζῆν τῇ πεπρωμένῃ μᾶλλον ἢ λυπῶν τὸν κύριον καὶ μιάνας ἀσεβεῖ φόνῳ τὸν ἴδιον βίον ἄρχειν τῆς Αἰγύπτου: καὶ πέρας τοῖς ἐγχωρίοις ἀποδοὺς τὴν βασιλείαν ἐπανῆλϑεν εἰς τὴν Αἰϑιοπίαν. Ἀναρχίας δὲ γενομένης κατὰ τὴν Αἴγυπτον ἐπ᾽ ἔτη δύο, καὶ τῶν ὄχλων εἰς ταραχὰς καὶ φόνους ἐμφυλίους τρεπομένων, ἐποιήσαντο συνωμοσίαν οἱ μέγιστοι τῶν ἡγεμόνων δώδεκα: συνεδρεύσαντες δὲ ἐν Μέμφει καὶ συνϑήκας γραψάμενοι περὶ τῆς πρὸς 1 καὶ διὰ] διὰ δὲ vulg. 3 διώρυττεν D 6 πεποιηκέναι vulg. 13 πλεονάκις II 14 γενομένου vulg. 16 τοιαῦτα προστάττειν] τοιαῦτ᾽ ἂν λέγεσϑαι D 16 αὐτὸ AB προσετέτακτο II.