Textus Originalis

112 DIODORI SICULI

112 DIODORI SICULI

ἀλλήλους ὁμονοίας καὶ πίστεως ἀνέδειξαν ἑαυτοὺς βασιλεῖς. ἐπ᾽ ἔτη δὲ πεντεκαίδεκα κατὰ τοὺς ὅρκους καὶ τὰς ὁμολογίας ἄρξαντες καὶ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν διατηρήσαντες, ἐπεβάλοντο κατασκευάσαι κοινὸν ἑαυτῶν τάφον, ἵνα καϑάπερ ἐν τῷ ζῆν εὐνοοῦντες ἀλλήλοις τῶν ἴσων ἐτύγχανον τιμῶν, οὕτω καὶ μετὰ τὴν τελευτὴν ἐν ἑνὶ τόπῳ τῶν σωμάτων κειμένων τὸ κατασκευασϑὲν μνῆμα κοινῇ περιέχῃ τὴν τῶν ἐνταφέντων δόξαν. εἰς ταύτην δὲ τὴν ἐπιβολὴν φιλοκαλοῦντες ἔσπευσαν ὑπερβαλέσϑαι τῷ μεγέϑει τῶν ἔργων ἅπαντας τοὺς πρὸ αὑτῶν. ἐκλεξάμενοι γὰρ τόπον παρὰ τὸν εἴσπλουν τὸν εἰς τὴν Μοίριδος λίμνην ἐν τῇ Λιβύῃ κατεσκεύαζον τὸν τάφον ἐκ τῶν καλλίστων λίϑων, καὶ τῷ μὲν σχήματι τετράγωνον ὑπεστήσαντο, τῷ δὲ μεγέϑει σταδιαίαν ἑκάστην πλευράν, ταῖς δὲ γλυφαῖς καὶ ταῖς ἄλλαις χειρουργίαις ὑπερβολὴν οὐκ ἀπέλιπον τοῖς ἐπιγινομένοις. εἰσελϑόντι μὲν γὰρ τὸν περίβολον οἶκος ἦν περίστυλος, ἑκάστης πλευρᾶς ἐκ τετταράκοντα κιόνων ἀναπληρουμένης, καὶ τούτου μονόλιϑος ἦν ὀροφή, φάτναις διαγεγλυμμένη καὶ γραφαῖς διαφόροις πεποικιλμένη. εἶχε δὲ τῆς πατρίδος τῆς ἑκάστου τῶν βασιλέων ὑπομνήματα καὶ τῶν ἱερῶν καὶ ϑυσιῶν τῶν ἐν αὐτῇ ταῖς καλλίσταις γραφαῖς φιλοτέχνως δεδημιουργημένα. καϑόλου δὲ τοιαύτην τῇ πολυτελείᾳ καὶ τηλικαύτην τῷ μεγέϑει τὴν ὑπόστασιν τοῦ τάφου λέγεται ποιήσασϑαι τοὺς βασι- 5 ἑαυτῶν] ἁπάντων CF 8 μνημεῖον CF 9 εἰς ταύτην ... ὑπερβαλέσϑαι ABDE, ἔσπευσαν οὖν ὑπερβάλλεσϑαι ceteri 13 μύριδος codices 18 ἐοικὸς ἦν ποιήσαντι περίστυλον ABD 23 ἱερέων D