Textus Originalis

I 66. 113

I 66. 113

λεῖς, ὥστ᾽ εἰ μὴ πρὸ τοῦ συντελέσαι τὴν ἐπιβολὴν κατελύϑησαν, μηδεμίαν ἂν ὑπερβολὴν ἑτέροις πρὸς κατασκευὴν ἔργων ἀπολιπεῖν. ἀρξάντων δὲ τούτων τῆς Αἰγύπτου πεντεκαίδεκα ἔτη συνέβη τὴν βασιλείαν εἰς ἕνα περιστῆναι διὰ τοιαύτας αἰτίας. Ψαμμήτιχος ὁ Σαΐτης, εἷς ὢν τῶν δώδεκα βασιλέων καὶ τῶν παρὰ ϑάλατταν μερῶν κυριεύων, παρείχετο φορτία πᾶσι τοῖς ἐμπόροις, μάλιστα δὲ τοῖς τε Φοίνιξι καὶ τοῖς Ἕλλησι: διὰ δὲ [τοῦ] τοιούτου τρόπου τά τε ἐκ τῆς ἰδίας χώρας λυσιτελῶς διατιϑέμενος καὶ τῶν παρὰ τοῖς ἄλλοις ἔϑνεσι φυομένων μεταλαμβάνων, οὐ μόνον εὐπορίαν εἶχε μεγάλην ἀλλὰ καὶ φιλίαν πρὸς ἔϑνη καὶ δυνάστας. διὰ δὲ ταῦτά φασι φϑονήσαντας αὐτῷ τοὺς ἄλλους βασιλεῖς πόλεμον ἐξενεγκεῖν. ἔνιοι δὲ τῶν ἀρχαίων συγγραφέων μυϑολογοῦσι χρησμὸν γενέσϑαι τοῖς ἡγεμόσιν, ὃς ἂν αὐτῶν ἐκ χαλκῆς φιάλης πρῶτος ἐν Μέμφει σπείσῃ τῷ ϑεῷ, κρατήσειν αὐτὸν πάσης τῆς Αἰγύπτου: τὸν δὲ Ψαμμήτιχον, ἐξενέγκαντος ἐκ τοῦ ἱεροῦ τῶν ἱερέων τινὸς φιάλας δώδεκα χρυσᾶς, περιελόμενον τὴν περικεφαλαίαν σπεῖσαι. ὑπιδομένους οὖν τοὺς συνάρχοντας τὸ πραχϑὲν ἀποκτεῖναι μὲν αὐτὸν μὴ βουληϑῆναι, φυγαδεῦσαι δὲ καὶ προστάξαι διατρίβειν ἐν τοῖς ἕλεσι τοῖς παρὰ ϑάλατταν. εἴτε δὴ διὰ ταύτην τὴν αἰτίαν εἴτε διὰ τὸν φϑόνον, καϑότι προείρηται, γενομένης τῆς δια- 5 περιστῆναι εἰς ἕνα vulg. Ψαμμέτιχος CF semper 8 τε om. vulg. 9 καὶ τοῖς] καὶ II τοῦ om. codices 11 ἄλλοις ἔϑνεσι] Ἕλλησι II, ἀλλοέϑνεσι f. 18 τῆς om. vulg. 20 ἔνδεκα Herod. II 151 21 ὑπειδομένους libri, corr. Dind. 25 δὴ] δὲ D.