Textus Originalis
I 66. 67. 115
ἰδίαν χώραν ἑαυτοῖς κατακτᾶσϑαι: ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον ἔπεμψέ τινας τῶν ἡγεμόνων τοὺς ἀπολογησομένους ὑπὲρ τῆς ἀτιμίας, ὡς δ᾽ οὐ προσεῖχον αὐτοῖς, αὐτὸς μετὰ τῶν φίλων ἐδίωξε πλοίοις. προαγόντων δ᾽ αὐτῶν παρὰ τὸν Νεῖλον καὶ τοὺς ὅρους ὑπερβαλλόντων τῆς Αἰγύπτου, ἐδεῖτο μετανοῆσαι καὶ τῶν τε ἱερῶν καὶ τῶν πατρίδων, ἔτι δὲ καὶ γυναικῶν καὶ τέκνων ὑπεμίμνησκεν. οἱ δ᾽ ἅμα πάντες ἀναβοήσαντες καὶ τοῖς κοντοῖς τὰς ἀσπίδας πατάξαντες ἔφασαν, ἕως ἂν κυριεύωσι τῶν ὅπλων, ῥᾳδίως εὑρήσειν πατρίδας: ἀναστειλάμενοι δὲ τοὺς χιτῶνας καὶ τὰ γεννητικὰ μέρη τοῦ σώματος δείξαντες οὔτε γυναικῶν οὔτε τέκνων ἀπορήσειν ἔφασαν ταῦτ᾽ ἔχοντες. τοιαύτῃ δὲ μεγαλοψυχίᾳ χρησάμενοι καὶ καταφρονήσαντες τῶν παρὰ τοῖς ἄλλοις μεγίστων εἶναι δοκούντων, κατελάβοντο μὲν τῆς Αἰϑιοπίας τὴν κρατίστην, κατακληρουχήσαντες δὲ πολλὴν χώραν ἐν ταύτῃ κατῴκησαν. ὁ δὲ Ψαμμήτιχος ἐπὶ μὲν τούτοις οὐ μετρίως ἐλυπήϑη, τὰ δὲ κατὰ τὴν Αἴγυπτον διατάξας καὶ τῶν προσόδων ἐπιμελόμενος πρός τε Ἀϑηναίους καί τινας τῶν ἄλλων Ἑλλήνων συμμαχίαν ἐποιήσατο. εὐηργέτει δὲ καὶ τῶν ξένων τοὺς ἐϑελοντὴν εἰς τὴν Αἴγυπτον ἀποδημοῦντας, καὶ φιλέλλην ὢν διαφερόντως τοὺς υἱοὺς τὴν Ἑλληνικὴν ἐδίδαξε παιδείαν: καϑόλου δὲ πρῶτος τῶν κατ᾽ Αἴγυπτον βασιλέων ἀνέῳξε τοῖς ἄλλοις 4 αὐτοῖς om. D ἐδίωκε D 5 προϊόντων II 7 δὲ καὶ] δὲ vulg. 11 ἀναστείλαντες D 12 μόρια D 23 ξένων] διαφερόντως add. D ἐϑελοντὴν Kaelker, ἐϑελοντὴ CD, ἐϑελοντὶ F.