Textus Originalis

116 DIODORI SICULI

116 DIODORI SICULI

ἔϑνεσι τὰ κατὰ τὴν ἄλλην χώραν ἐμπόρια καὶ πολλὴν ἀσφάλειαν τοῖς καταπλέουσι ξένοις παρείχετο. οἱ μὲν γὰρ πρὸ τούτου δυναστεύσαντες ἄβατον ἐποίουν τοῖς ξένοις τὴν Αἴγυπτον, τοὺς μὲν φονεύοντες, τοὺς δὲ καταδουλούμενοι τῶν καταπλεόντων. καὶ γὰρ ἡ περὶ τὸν Βούσιριν ἀσέβεια διὰ τὴν τῶν ἐγχωρίων ἀξενίαν διεβοήϑη παρὰ τοῖς Ἕλλησιν, οὐκ οὖσα μὲν πρὸς ἀλήϑειαν, διὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀνομίας εἰς μύϑου πλάσμα καταχωρισϑεῖσα. Μετὰ δὲ Ψαμμήτιχον ὕστερον τέτταρσι γενεαῖς Ἀπρίης ἐβασίλευσεν ἔτη δυσὶ πλείω τῶν εἴκοσι. στρατεύσας δὲ δυνάμεσιν ἁδραῖς πεζαῖς τε καὶ ναυτικαῖς ἐπὶ Κύπρον καὶ Φοινίκην Σιδῶνα μὲν κατὰ κράτος εἷλε, τὰς δ᾽ ἄλλας τὰς ἐν τῇ Φοινίκῃ πόλεις καταπληξάμενος προσηγάγετο: ἐνίκησε δὲ καὶ ναυμαχίᾳ μεγάλῃ Φοίνικάς τε καὶ Κυπρίους, καὶ λαφύρων ἀϑροίσας πλῆϑος ἐπανῆλϑεν εἰς Αἴγυπτον. μετὰ δὲ ταῦτα δύναμιν πέμψας ἁδρὰν τῶν ὁμοεϑνῶν ἐπὶ Κυρήνην καὶ Βάρκην, καὶ τὸ πλεῖστον αὐτῆς ἀποβαλών, ἀλλοτρίους ἔσχε τοὺς διασωϑέντας: ὑπολαβόντες γὰρ αὐτὸν ἐπ᾽ ἀπωλείᾳ συντάξαι τὴν στρατείαν, ὅπως ἀσφαλέστερον ἄρχῃ τῶν λοιπῶν Αἰγυπτίων, ἀπέστησαν. ἀποσταλεὶς δὲ πρὸς τούτους ὑπὸ τοῦ βασιλέως Ἄμασις, ἀνὴρ ἐμφανὴς Αἰγύπτιος, τῶν μὲν ῥηϑέντων ὑπ᾽ αὐτοῦ πρὸς ὁμό- 1 ἄλλην del. aut ὅλην leg. Reiske 3 ἀνεπίβατον II 4 ἐποιοῦντο τοῖς ξένοις D, τοῖς ξένοις ἐποίουν vulg. 15 ἄλλας τῆς Φοινίκης πόλεις II 20 πλεῖον CF 22 συντάξαι] συστήσασϑαι II 26 ῥηϑεισῶν Wess.