Textus Originalis

124 DIODORI SICULI

124 DIODORI SICULI

δὲ μή, τοὐναντίον ἐϑορύβουν. καὶ πολλοὶ τῶν βασιλέων διὰ τὴν τοῦ πλήϑους ἐναντίωσιν ἀπεστερήϑησαν τῆς ἐμφανοῦς καὶ νομίμου ταφῆς: διὸ καὶ συνέβαινε τοὺς τὴν βασιλείαν διαδεχομένους μὴ μόνον διὰ τὰς ἄρτι ῥηϑείσας αἰτίας δικαιοπραγεῖν, ἀλλὰ καὶ διὰ τὸν φόβον τῆς μετὰ τὴν τελευτὴν ἐσομένης ὕβρεώς τε τοῦ σώματος καὶ βλασφημίας εἰς ἅπαντα τὸν αἰῶνα. τῶν μὲν οὖν περὶ τοὺς ἀρχαίους βασιλεῖς νομίμων τὰ μέγιστα ταῦτ᾽ ἔστιν. Τῆς Αἰγύπτου δὲ πάσης εἰς πλείω μέρη διῃρημένης, ὧν ἕκαστον κατὰ τὴν Ἑλληνικὴν διάλεκτον ὀνομάζεται νομός, ἐφ᾽ ἑκάστῳ τέτακται νομάρχης ὁ τὴν ἁπάντων ἔχων ἐπιμέλειάν τε καὶ φροντίδα. τῆς δὲ χώρας ἁπάσης εἰς τρία μέρη διῃρημένης τὴν μὲν πρώτην ἔχει μερίδα τὸ σύστημα τῶν ἱερέων, μεγίστης ἐντροπῆς τυγχάνον παρὰ τοῖς ἐγχωρίοις διά τε τὴν εἰς τοὺς ϑεοὺς ἐπιμέλειαν καὶ διὰ τὸ πλείστην σύνεσιν τοὺς ἄνδρας τούτους ἐκ παιδείας εἰσφέρεσϑαι. ἐκ δὲ τούτων τῶν προσόδων τάς τε ϑυσίας ἁπάσας τὰς κατ᾽ Αἴγυπτον συντελοῦσι καὶ τοὺς ὑπηρέτας τρέφουσι καὶ ταῖς ἰδίαις χρείαις χορηγοῦσιν: οὔτε γὰρ τὰς τῶν ϑεῶν τιμὰς ᾤοντο δεῖν ἀλλάττειν, ἀλλ᾽ ὑπό τε τῶν αὐτῶν ἀεὶ καὶ παραπλησίως συντελεῖσϑαι, οὔτε τοὺς πάντων προβουλευομένους ἐνδεεῖς εἶναι τῶν ἀναγκαίων. καϑόλου γὰρ περὶ τῶν μεγίστων οὗτοι προβουλευόμενοι συνδιατρίβουσι τῷ βασιλεῖ, τῶν μὲν συνεργοί, τῶν δὲ εἰσηγηταὶ καὶ διδάσκαλοι γινόμενοι, καὶ διὰ μὲν 4 μὴ] οὐ II 12 νόμος D τέτακται] τεταγμένος ἦν D 17 εἶχε D 21 ἔτρεφον D 28 τε om. vulg.