Textus Originalis

I 71. 72. 123

I 71. 72. 123

τὴν Αἴγυπτον κοινὸν ἀνῃροῦντο πένϑος, καὶ τὰς μὲν ἐσϑῆτας κατερρήττοντο, τὰ δ᾽ ἱερὰ συνέκλειον καὶ τὰς ϑυσίας ἐπεῖχον καὶ τὰς ἑορτὰς οὐκ ἦγον ἐφ᾽ ἡμέρας ἑβδομήκοντα καὶ δύο: καταπεπλασμένοι δὲ τὰς κεφαλὰς πηλῷ καὶ περιεζωσμένοι σινδόνας ὑποκάτω τῶν μαστῶν ὁμοίως ἄνδρες καὶ γυναῖκες περιῇσαν ἀϑροισϑέντες κατὰ διακοσίους ἢ τριακοσίους, καὶ τὸν μὲν ϑρῆνον ἐν ῥυϑμῷ μετ᾽ ᾠδῆς ποιούμενοι δὶς τῆς ἡμέρας ἐτίμων ἐγκωμίοις, ἀνακαλούμενοι τὴν ἀρετὴν τοῦ τετελευτηκότος, τροφὴν δ᾽ οὔτε τὴν ἀπὸ τῶν ἐμψύχων οὔτε τὴν ἀπὸ τοῦ πυροῦ προσεφέροντο, τοῦ τε οἴνου καὶ πάσης πολυτελείας ἀπείχοντο. οὐδεὶς δ᾽ ἂν οὔτε λουτροῖς οὔτ᾽ ἀλείμμασιν οὔτε στρωμναῖς προείλετο χρῆσϑαι, οὐ μὴν οὐδὲ πρὸς τὰ ἀφροδίσια προσελϑεῖν ἂν ἐτόλμησεν, ἀλλὰ καϑάπερ ἀγαπητοῦ τέκνου τελευτήσαντος ἕκαστος περιώδυνος γινόμενος ἐπένϑει τὰς εἰρημένας ἡμέρας. ἐν δὲ τούτῳ τῷ χρόνῳ τὰ πρὸς ταφὴν λαμπρῶς παρεσκευασμένοι, καὶ τῇ τελευταίᾳ τῶν ἡμερῶν ϑέντες τὴν τὸ σῶμα ἔχουσαν λάρνακα πρὸ τῆς εἰς τὸν τάφον εἰσόδου, προετίϑεσαν κατὰ νόμον τῷ τετελευτηκότι κριτήριον τῶν ἐν τῷ βίῳ πραχϑέντων. δοϑείσης δ᾽ ἐξουσίας τῷ βουλομένῳ κατηγορεῖν, οἱ μὲν ἱερεῖς ἐνεκωμίαζον ἕκαστα τῶν καλῶς αὐτῷ πραχϑέντων διεξιόντες, αἱ δὲ πρὸς τὴν ἐκφορὰν συνηγμέναι μυριάδες τῶν ὄχλων ἀκούουσαι συνεπευφήμουν, εἰ τύχοι καλῶς βεβιωκώς, εἰ 4 καταπεπασμένοι CF (c. 91, 1) 12 πυρὸς D 19 ταφὴν] τὴν ταφὴν vulg. παρεσκευασμένοι] ἡτοιμασμένοι II 22 κριτήριον] ἀκροατήριον II.