Textus Originalis

I 73. 74. 127

I 73. 74. 127

ἄλλοις ἀνϑρώποις ἐκ φύσεως συντελουμένης γενέσεως τῶν εἰρημένων ζῴων αὐτοὶ διὰ τῆς ἰδίας φιλοτεχνίας ἀμύϑητον πλῆϑος ὀρνέων ἀϑροίζουσιν: οὐ γὰρ ἐπῳάζουσι διὰ τῶν ὀρνίϑων, ἀλλ᾽ αὐτοὶ παραδόξως χειρουργοῦντες τῇ συνέσει καὶ φιλοτεχνίᾳ τῆς φυσικῆς ἐνεργείας οὐκ ἀπολείπονται. ἀλλὰ μὴν καὶ τὰς τέχνας ἰδεῖν ἔστι παρὰ τοῖς Αἰγυπτίοις μάλιστα διαπεπονημένας καὶ πρὸς τὸ καϑῆκον τέλος διηκριβωμένας: παρὰ μόνοις γὰρ τούτοις οἱ δημιουργοὶ πάντες οὔτ᾽ ἐργασίας ἄλλης οὔτε πολιτικῆς τάξεως μεταλαμβάνειν ἐῶνται πλὴν τῆς ἐκ τῶν νόμων ὡρισμένης καὶ παρὰ τῶν γονέων παραδεδομένης, ὥστε μήτε διδασκάλου φϑόνον μήτε πολιτικοὺς περισπασμοὺς μήτ᾽ ἄλλο μηδὲν ἐμποδίζειν αὐτῶν τὴν εἰς ταῦτα σπουδήν. παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἰδεῖν ἔστι τοὺς τεχνίτας περὶ πολλὰ τῇ διανοίᾳ περισπωμένους καὶ διὰ τὴν πλεονεξίαν μὴ μένοντας τὸ παράπαν ἐπὶ τῆς ἰδίας ἐργασίας: οἱ μὲν γὰρ ἐφάπτονται γεωργίας, οἱ δ᾽ ἐμπορίας κοινωνοῦσιν, οἱ δὲ δυοῖν ἢ τριῶν τεχνῶν ἀντέχονται, πλεῖστοι δ᾽ ἐν ταῖς δημοκρατουμέναις πόλεσιν εἰς τὰς ἐκκλησίας συντρέχοντες τὴν μὲν πολιτείαν λυμαίνονται, τὸ δὲ λυσιτελὲς περιποιοῦνται παρὰ τῶν μισϑοδοτούντων: παρὰ δὲ τοῖς Αἰγυπτίοις, εἴ τις τῶν τεχνιτῶν μετάσχοι τῆς πολιτείας ἢ τέχνας πλείους ἐργάζοιτο, μεγάλαις περιπίπτει τιμωρίαις. Τὴν μὲν οὖν διαίρεσιν τῆς πολιτείας καὶ τὴν 13 παραδιδασκάλου D 19 γεωργίας] καὶ γεωργεῖν D καὶ γεωργίας Bekker 25 πολιτείας] ἐκκλησίας D τιμωρίαις] ζημίαις II.