Textus Originalis

128 DIODORI SICULI

128 DIODORI SICULI

τῆς ἰδίας τάξεως ἐπιμέλειαν διὰ προγόνων τοιαύτην ἔσχον οἱ τὸ παλαιὸν τὴν Αἴγυπτον κατοικοῦντες. Περὶ δὲ τὰς κρίσεις οὐ τὴν τυχοῦσαν ἐποιοῦντο σπουδήν, ἡγούμενοι τὰς ἐν τοῖς δικαστηρίοις ἀποφάσεις μεγίστην ῥοπὴν τῷ κοινῷ βίῳ φέρειν πρὸς ἀμφότερα. δῆλον γὰρ ἦν ὅτι τῶν μὲν παρανομούντων κολαζομένων, τῶν δ᾽ ἀδικουμένων βοηϑείας τυγχανόντων, ἀρίστη διόρϑωσις ἔσται τῶν ἁμαρτημάτων: εἰ δ᾽ ὁ φόβος ὁ γινόμενος ἐκ τῶν κρίσεων τοῖς παρανομοῦσιν ἀνατρέποιτο χρήμασιν ἢ χάρισιν, ἐσομένην ἑώρων τοῦ κοινοῦ βίου σύγχυσιν. διόπερ ἐκ τῶν ἐπιφανεστάτων πόλεων τοὺς ἀρίστους ἄνδρας ἀποδεικνύντες δικαστὰς κοινοὺς οὐκ ἀπετύγχανον τῆς προαιρέσεως. ἐξ Ἡλίου γὰρ πόλεως καὶ Θηβῶν καὶ Μέμφεως δέκα δικαστὰς ἐξ ἑκάστης προέκρινον: καὶ τοῦτο τὸ συνέδριον οὐκ ἐδόκει λείπεσϑαι τῶν Ἀϑήνησιν Ἀρεοπαγιτῶν ἢ τῶν παρὰ Λακεδαιμονίοις γερόντων. ἐπειδὴ δὲ συνέλϑοιεν οἱ τριάκοντα, ἐπέκρινον ἐξ ἑαυτῶν ἕνα τὸν ἄριστον, καὶ τοῦτον μὲν ἀρχιδικαστὴν καϑίσταντο, εἰς δὲ τὸ τούτου τόπον ἀπέστελλεν ἡ πόλις ἕτερον δικαστήν. συντάξεις δὲ τῶν ἀναγκαίων παρὰ τοῦ βασιλέως τοῖς μὲν δικασταῖς ἱκαναὶ πρὸς διατροφὴν ἐχορηγοῦντο, τῷ δ᾽ ἀρχιδικαστῇ πολλαπλάσιοι. ἐφόρει δ᾽ οὗτος περὶ τὸν τράχηλον ἐκ χρυσῆς ἁλύσεως ἠρτημένον ζῴδιον τῶν πολυτελῶν λίϑων, ὃ προσηγόρευον ἀλήϑειαν. τῶν δ᾽ ἀμφισβητήσεων ἤρχοντο ἐπειδὴ τὴν τῆς ἀληϑείας εἰκόνα ὁ ἀρχιδικαστὴς πρόϑοιτο. τῶν δὲ πάντων 14 Ἡλιουπόλεως γὰρ F 19 τῶν ἀρίστων D 27 ἐπειδὴ Dind. 28 πρόϑοιτο Reiske.