Textus Originalis

I 7. 8. 13

I 7. 8. 13

ἀπὸ τοῦ περιέχοντος ὁμίχλης, τὰς δ᾽ ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσϑαι: τὸ δ᾽ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὔξησιν λαβόντων, καὶ τῶν ὑμένων διακαυϑέντων τε καὶ περιρραγέντων, ἀναφυῆναι παντοδαποὺς τύπους ζώων. τούτων δὲ τὰ μὲν πλείστης ϑερμασίας κεκοινωνηκότα πρὸς τοὺς μετεώρους τόπους ἀπελϑεῖν γενόμενα πτηνά, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσεως ἐν τῇ τῶν ἑρπετῶν καὶ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριϑμηϑῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν, ὀνομασϑέντα πλωτά. τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυρὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασϑαι μηδὲν τῶν μειζόνων ζωογονεῖν, ἀλλ᾽ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσϑαι τῶν ἐμψύχων. ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδ᾽ Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις, μαϑητὴς ὢν Ἀναξαγόρου τοῦ φυσικοῦ: ἐν γὰρ τῇ Μελανίππῃ τίϑησιν οὕτως, ὡς οὐρανός τε γαῖά τ᾽ ἦν μορφὴ μία: ἐπεὶ δ᾽ ἐχωρίσϑησαν ἀλλήλων δίχα, τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος, δένδρη, πετηνά, ϑῆρας, οὕς ϑ᾽ ἅλμη τρέφει, γένος τε ϑνητῶν. Καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέσεως τοιαῦτα παρειλήφαμεν, τοὺς δὲ ἐξ ἀρχῆς γεννηϑέν- 5 ἀναφυῆναι] καὶ φανῆναι add. D; ἀναφυσηϑῆναι fortasse 28 καὶ περὶ ... παρειλήφαμεν CFGLM (et Euseb. pr. ev. I 7, 10); καὶ περὶ ... τῶν ὅλων ἀλόγων γενέσεως τοιαῦτα περιειλήφαμεν: τοὺς δὲ (τῶν ὅλων — δὲ om. ABEN) τοῦ ζωογονεῖν τὴν γῆν, εἰ καὶ παράδοξον εἶναί τισι φαίνε-