Textus Originalis

14 DIODORI SICULI

14 DIODORI SICULI

τας τῶν ἀνϑρώπων φασὶν ἐν ἀτάκτῳ καὶ ϑηριώδει βίῳ καϑεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι, καὶ προσφέρεσϑαι τῆς τε βοτάνης τὴν προσηνεστάτην καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρπούς. καὶ πολεμουμένους μὲν ὑπὸ τῶν ϑηρίων ἀλλήλοις βοηϑεῖν ὑπὸ τοῦ συμφέροντος διδασκομένους, ἀϑροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ κατὰ μικρὸν τοὺς ἀλλήλων τύπους. τῆς φωνῆς δ᾽ ἀσήμου καὶ συγκεχυμένης οὔσης ἐκ τοῦ κατ᾽ ὀλίγον διαρϑροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιϑέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώριμον σφίσιν αὐτοῖς ποιῆσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν. τοιούτων δὲ συστημάτων γινομένων καϑ᾽ ἅπασαν τὴν οἰκουμένην, οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχε συνταξάντων τὰς λέξεις: διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐϑνῶν ἀρχέγονα γενέσϑαι. τοὺς οὖν πρώτους τῶν ἀνϑρώπων μηδενὸς τῶν πρὸς βίον χρησίμων εὑρημένου ἐπιπόνως διάγειν, ται, τὴν τότε ἐνέργειαν φασὶ καὶ τὰ μέχρι νῦν γινόμενα μαρτυρεῖν ἑαυτοῖς. κατὰ γὰρ τὴν Θηβαΐδα τῆς Αἰγύπτου καϑ᾽ οὓς ἂν καιροὺς πλεονάσῃ τὴν ἀνάβασιν ὁ Νεῖλος καὶ τῆς μὲν γῆς διὰ τοῦτο καϑύγρου γινομένης, τῆς δὲ περὶ τὸν ἥλιον ϑερμασίας ἄφνω προσπεσούσης καὶ διὰ τοῦτο κατὰ πολλοὺς τύπους τῆς ἐπιφανείας σήψεως γενομένης, πλῆϑος μυῶν ἐκ γῆς ἀναρίϑμητον γεννᾶσϑαι. ὑπό τ᾽ οὖν τῆς γῆς σκληρᾶς γεγενημένης καὶ τοῦ περιέχοντος ἀέρος οὐκέτι διατηροῦντος τὴν ἐξ ἀρχῆς εὐκρασίαν (εὐταξίαν καὶ εὐκρασίαν ABEN), φύεται ζῷα, φανερὸν εἶναι λέγουσι, διότι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν ἐκ τῆς γῆς συνέβαινε ζωογονεῖσϑαι παντοίας φύσεις ἐμψύχων ABDEN — cf. 10, 2 9 οὔσης] ὑπαρχούσης CF (Euseb.).