Textus Originalis
I 77. 78. 79. 133
καὶ τῶν μὲν τὰ ἀπόρρητα τοῖς πολεμίοις ἀπαγγειλάντων ἐπέταττεν ὁ νόμος ἐκτέμνεσϑαι τὴν γλῶτταν, τῶν δὲ τὸ νόμισμα παρακοπτόντων ἢ μέτρα καὶ σταϑμὰ παραποιούντων ἢ παραγλυφόντων τὰς σφραγῖδας, ἔτι δὲ τῶν γραμματέων τῶν ψευδεῖς χρηματισμοὺς γραφόντων ἢ ἀφαιρούντων τι τῶν ἐγγεγραμμένων, καὶ τῶν τὰς ψευδεῖς συγγραφὰς ἐπιφερόντων, ἀμφοτέρας ἐκέλευσεν ἀποκόπτεσϑαι τὰς χεῖρας, ὅπως οἷς ἕκαστος μέρεσι τοῦ σώματος παρενόμησεν, εἰς ταῦτα κολαζόμενος αὐτὸς μὲν μέχρι τελευτῆς ἀνίατον ἔχῃ τὴν συμφοράν, τοὺς δ᾽ ἄλλους διὰ τῆς ἰδίας τιμωρίας νουϑετῶν ἀποτρέπῃ τῶν ὁμοίων τι πράττειν. πικροὶ δὲ καὶ περὶ τῶν γυναικῶν νόμοι παρ᾽ αὐτοῖς ὑπῆρχον. τοῦ μὲν γὰρ βιασαμένου γυναῖκα ἐλευϑέραν προσέταξαν ἀποκόπτεσϑαι τὰ αἰδοῖα, νομίσαντες τὸν τοιοῦτον μιᾷ πράξει παρανόμῳ τρία τὰ μέγιστα τῶν κακῶν ἐνηργηκέναι, τὴν ὕβριν καὶ τὴν φϑορὰν καὶ τὴν τῶν τέκνων σύγχυσιν: εἰ δέ τις πείσας μοιχεύσαι, τὸν μὲν ἄνδρα ῥάβδοις χιλίας πληγὰς λαμβάνειν ἐκέλευον, τῆς δὲ γυναικὸς τὴν ῥῖνα κολοβοῦσϑαι, ὑπολαμβάνοντες δεῖν τῆς πρὸς ἀσυγχώρητον ἀκρασίαν καλλωπιζομένης ἀφαιρεϑῆναι τὰ μάλιστα κοσμοῦντα τὴν εὐπρέπειαν. Τοὺς δὲ περὶ τῶν συμβολαίων νόμους Βοκχόριδος εἶναί φασι. προστάττουσι δὲ τοὺς μὲν ἀσύγγραφα δανεισαμένους, ἂν μὴ φάσκωσιν ὀφείλειν, ὀμόσαντας ἀπολύεσϑαι τοῦ δανείου, πρῶτον μὲν ὅπως ἐν μεγάλῳ 2 ὁ om. D 3 ἢ μέτρα ἢ στάϑμα D, ἢ ἕτερα καὶ ἄσταϑμα C, ἢ ἕτερα καινὰ στάϑμα F 4 ἢ ἢ τῶν vulg. 9 ἕκαστος οἷς vulg. 17 τὰ om. C 24 βοκχώριδος D.