Textus Originalis

132 DIODORI SICULI

132 DIODORI SICULI

πολλοὶ καὶ τῶν Ἑλλήνων κατεδέξαντο, ἡγούμενοι παντελῶς ἄδικον εἶναι τὸ μηδὲν ἀδικῆσαν τῷ ἀδικήσαντι τῆς αὐτῆς μετέχειν τιμωρίας, καὶ παρανομήματος ἑνὸς γενομένου παρὰ δυοῖν λαμβάνειν τὸ πρόστιμον, πρὸς δὲ τούτοις κατὰ προαίρεσιν πονηρὰν συντελεσϑέντος τοῦ ἀδικήματος τὸ μηδεμίαν πω σύνεσιν ἔχον ὑπὸ τὴν ὁμοίαν ἄγειν κόλασιν, τὸ δὲ πάντων μέγιστον, ὅτι ταῖς κυούσαις ἰδίᾳ τῆς αἰτίας ἐπενηνεγμένης οὐδαμῶς προσήκει τὸ κοινὸν πατρὸς καὶ μητρὸς τέκνον ἀναιρεῖσϑαι: ἐπ᾽ ἴσης γὰρ ἄν τις φαύλους διαλάβοι κριτὰς τούς τε τὸν ἔνοχον τῷ φόνῳ σώζοντας καὶ τοὺς τὸ μηδὲν ὅλως ἀδικῆσαν συναναιροῦντας. τῶν μὲν οὖν φονικῶν νόμων οἱ μάλιστα δοκοῦντες ἐπιτετεῦχϑαι τοιοῦτοί τινὲς ἦσαν. Τῶν δ᾽ ἄλλων ὁ μὲν περὶ τῶν πολέμων κείμενος κατὰ τῶν τὴν τάξιν λιπόντων ἢ τὸ παραγγελϑὲν ὑπὸ τῶν ἡγεμόνων μὴ ποιούντων ἔταττε πρόστιμον οὐ ϑάνατον, ἀλλὰ τὴν ἐσχάτην ἀτιμίαν: εἰ δ᾽ ὕστερον ταῖς ἀνδραγαϑίαις ὑπερβάλοιντο τὰς ἀτιμίας, εἰς τὴν προϋπάρξασαν παρρησίαν ἀποκαϑίστα, ἅμα μὲν τοῦ νομοϑέτου δεινοτέραν τιμωρίαν ποιοῦντος τὴν ἀτιμίαν ἢ τὸν ϑάνατον, ἵνα τὸ μέγιστον τῶν κακῶν ἐϑίσῃ πάντας κρίνειν τὴν αἰσχύνην, ἅμα δὲ τοὺς μὲν ϑανατωϑέντας ἡγεῖτο μηδὲν ὠφελήσειν τὸν κοινὸν βίον, τοὺς δὲ ἀτιμωϑέντας ἀγαϑῶν πολλῶν αἰτίους ἔσεσϑαι διὰ τὴν ἐπιϑυμίαν τῆς παρρησίας. 1 κατεδέξαντο C 6 ἐκτελεσϑέντος C 7 πως vulg. 12 δὲ D, τε CDF 13 ἀναιροῦντας vulg. 20 ὑπερβάλοιτο D, ὑπερβάλλοιντο II — 22 νομοϑέτου] ϑανάτου CD (v. 23 ἢ τὸν ϑάνατον f. del.)