Textus Originalis

I 79. 80. 135

I 79. 80. 135

στευμένων δανείων. μέμφονται δέ τινες οὐκ ἀλόγως τοῖς πλείστοις τῶν παρὰ τοῖς Ἕλλησι νομοϑετῶν, οἵτινες ὅπλα μὲν καὶ ἄροτρον καὶ ἄλλα τῶν ἀναγκαιοτάτων ἐκώλυσαν ἐνέχυρα λαμβάνεσϑαι πρὸς δάνειον, τοὺς δὲ τούτοις χρησομένους συνεχώρησαν ἀγωγίμους εἶναι. Ὑπῆρχε δὲ καὶ περὶ τῶν κλεπτῶν νόμος παρ᾽ Αἰγυπτίοις ἰδιώτατος. ἐκέλευε γὰρ τοὺς μὲν βουλομένους ἔχειν ταύτην τὴν ἐργασίαν ἀπογράφεσϑαι πρὸς τὸν ἀρχίφωρα, καὶ τὸ κλαπὲν ὁμολόγως ἀναφέρειν παραχρῆμα πρὸς ἐκεῖνον, τοὺς δὲ ἀπολέσαντας παραπλησίως ἀπογράφειν αὐτῷ καϑ᾽ ἕκαστον τῶν ἀπολωλότων, προστιϑέντας τόν τε τόπον καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καϑ᾽ ἣν ἀπώλεσεν. τούτῳ δὲ τῷ τρόπῳ πάντων ἑτοίμως εὑρισκομένων, ἔδει τὸν ἀπολέσαντα τὸ τέταρτον μέρος τῆς ἀξίας δόντα κτήσασϑαι τὰ ἑαυτοῦ μόνα. ἀδυνάτου γὰρ ὄντος τοῦ πάντας ἀποστῆσαι τῆς κλοπῆς εὗρε πόρον ὁ νομοϑέτης δι᾽ οὗ πᾶν τὸ ἀπολόμενον σωϑήσεται μικρῶν διδομένων λύτρων. Γαμοῦσι δὲ παρ᾽ Αἰγυπτίοις οἱ μὲν ἱερεῖς μίαν, τῶν δ᾽ ἄλλων ὅσας ἂν ἕκαστος προαιρῆται: καὶ τὰ γεννώμενα πάντα τρέφουσιν ἐξ ἀνάγκης ἕνεκα τῆς πολυανϑρωπίας, ὡς ταύτης μέγιστα συμβαλλομένης πρὸς εὐδαιμονίαν χώρας τε καὶ πόλεων, νόϑον δ᾽ οὐδένα τῶν γεννηϑέντων νομίζουσιν, οὐδ᾽ ἂν ἐξ ἀργυρωνήτου μητρὸς γεννηϑῇ: καϑόλου γὰρ ὑπει- 7 μὴ Dindorf, μὴ D, om. vulg. 11 δὲ] τε D 14 ἀπώλεσεν] Bekker, ἀπέβαλε II.