Textus Originalis
136 DIODORI SICULI
λήφασι τὸν πατέρα μόνον αἴτιον εἶναι τῆς γενέσεως, τὴν δὲ μητέρα τροφὴν καὶ χώραν [μόνον] παρέχεσϑαι τῷ βρέφει, καὶ τῶν δένδρων ἄρρενα μὲν καλοῦσι τὰ καρποφόρα, ϑήλεα δὲ τὰ μὴ φέροντα τοὺς καρπούς, ἐναντίως τοῖς Ἕλλησι. τρέφουσι δὲ τὰ παιδία μετά τινος εὐχερείας ἀδαπάνου καὶ παντελῶς ἀπίστου: ἑψήματα γὰρ αὐτοῖς χορηγοῦσιν ἔκ τινος εὐτελείας ἑτοίμης γινόμενα, καὶ τῶν ἐκ τῆς βύβλου πυϑμένων τοὺς δυναμένους εἰς τὸ πῦρ ἐγκρύβεσϑαι, καὶ τῶν ῥιζῶν καὶ τῶν καυλῶν τῶν ἑλείων τὰ μὲν ὠμά, τὰ δ᾽ ἕψοντες, τὰ δ᾽ ὀπτῶντες, διδόασιν. ἀνυποδήτων δὲ καὶ γυμνῶν τῶν πλείστων τρεφομένων διὰ τὴν εὐκρασίαν τῶν τόπων, τὴν πᾶσαν δαπάνην οἱ γονεῖς, ἄχρι ἂν εἰς ἡλικίαν ἔλϑῃ τὸ τέκνον, οὐ πλείω ποιοῦσι δραχμῶν εἴκοσι. δι᾽ ἃς αἰτίας μάλιστα τὴν Αἴγυπτον συμβαίνει πολυανϑρωπίᾳ διαφέρειν, καὶ διὰ τοῦτο πλείστας ἔχειν μεγάλων ἔργων κατασκευάς. Παιδεύουσι δὲ τοὺς υἱοὺς οἱ μὲν ἱερεῖς γράμματα διττά, τά τε ἱερὰ καλούμενα καὶ τὰ κοινοτέραν ἔχοντα τὴν μάϑησιν. γεωμετρίαν δὲ καὶ τὴν ἀριϑμητικὴν ἐπὶ πλέον ἐκπονοῦσιν. ὁ μὲν γὰρ ποταμὸς κατ᾽ ἐνιαυτὸν ποικίλως μετασχηματίζων τὴν χώραν πολλὰς καὶ παντοίας ἀμφισβητήσεις ποιεῖ περὶ τῶν ὅρων τοῖς γειτνιῶσι, ταύτας δ᾽ οὐ ῥᾴδιον ἀκριβῶς ἐξελέγξαι μὴ γεωμέτρου τὴν ἀλήϑειαν ἐκ τῆς ἐμπειρίας μεϑοδεύσαντος. ἡ δ᾽ ἀριϑμητικὴ πρός τε τὰς κατὰ τὸν βίον οἰκονομίας αὐτοῖς χρησιμεύει 2 μόνον om. II 19 τῶν πλείστων καὶ γυμνῶν vulg. 21 δὲ] τε D.