Textus Originalis
142 DIODORI SICULI
καὶ τοὺς ἱέρακας κατάγουσιν εἰς Αἴγυπτον: καὶ τοῦτο πράττουσιν ἐνίοτε τῶν ἐφοδίων αὐτοὺς ὑπολιπόντων. τὰ δὲ γινόμενα περὶ τὸν Ἆπιν τὸν ἐν Μέμφει [ποικίλον] καὶ τὸν Μνεῦιν τὸν ἐν Ἡλιουπόλει καὶ τὰ περὶ τὸν τράγον τὸν ἐν Μένδητι, πρὸς δὲ τούτοις τὸν κροκόδειλον τὸν κατὰ τὴν Μοίριδος λίμνην καὶ τὸν λέοντα τὸν τρεφόμενον ἐν τῇ καλουμένῃ Λεόντων πόλει, καὶ πολλὰ τοιαῦϑ᾽ ἕτερα, διηγήσασϑαι μὲν εὐχερές, ἀπαγγείλαντα δὲ πιστευϑῆναι παρὰ τοῖς μὴ τεϑεαμένοις δύσκολον. ταῦτα γὰρ ἐν ἱεροῖς μὲν περιβόλοις τρέφεται, ϑεραπεύουσι δ᾽ αὐτὰ πολλοὶ τῶν ἀξιολόγων ἀνδρῶν τροφὰς διδόντες τὰς πολυτελεστάτας: σεμίδαλιν γὰρ ἢ χόνδρον ἕψοντες ἐν γάλακτι καὶ πέμματα παντοδαπὰ μέλιτι φυρῶντες, καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, τὰ δ᾽ ὀπτῶντες ἀνεκλείπτως χορηγοῦσι, τοῖς δ᾽ ὠμοφάγοις πολλὰ τῶν ὀρνέων ϑηρεύοντες παραβάλλουσι, καὶ τὸ καϑόλου μεγάλην εἰσφέρονται σπουδὴν εἰς τὴν πολυτέλειαν τῆς τροφῆς. λουτροῖς τε χλιαροῖς χρώμενοι καὶ μύροις τοῖς κρατίστοις ἀλείφοντες καὶ παντοδαπὰς εὐωδίας ϑυμιῶντες οὐ διαλείπουσι, στρωμνάς τε τὰς πολυτελεστάτας καὶ κόσμον εὐπρεπῆ χορηγοῦσι, καὶ τῶν συνουσιῶν ὅπως τυγχάνῃ κατὰ φύσιν φροντίδα ποιοῦνται τὴν μεγίστην, πρὸς δὲ τούτοις ὁμοφύλους ϑηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλακίδας προσαγορεύουσι καὶ ϑεραπεύουσι ταῖς μεγίσταις δαπάναις καὶ λει- 1 ἀπάγουσιν vulg. 4 ποικίλον om. C 6 τὸν ἐν τῇ Μ. λίμνῃ II Μύριδος F — καλουμένῃ om. vulg. 22 ἐκπρεπῆ malim 27 μεγίσταις] ὑπερβαλλούσαις D.