Textus Originalis

I 83. 84. 141

I 83. 84. 141

χρόνον Πτολεμαῖος μὲν ὁ βασιλεὺς ὑπὸ Ῥωμαίων οὔπω προσηγόρευτο φίλος, οἱ δ᾽ ὄχλοι πᾶσαν εἰσεφέροντο σπουδὴν ἐκϑεραπεύοντες τοὺς παρεπιδημοῦντας τῶν ἀπὸ τῆς Ἰταλίας καὶ σπεύδοντες μηδεμίαν ἀφορμὴν ἐγκλήματος ἢ πολέμου δοῦναι διὰ τὸν φόβον, ἀποκτείναντος Ῥωμαίου τινὸς αἴλουρον, καὶ τοῦ πλήϑους συνδραμόντος ἐπὶ τὴν οἰκίαν τοῦ πράξαντος, οὔϑ᾽ οἱ πεμφϑέντες ὑπὸ τοῦ βασιλέως ἄρχοντες ἐπὶ τὴν παραίτησιν οὔϑ᾽ ὁ κοινὸς ἀπὸ τῆς Ῥώμης φόβος ἴσχυσεν ἐξελέσϑαι τῆς τιμωρίας τὸν ἄνϑρωπον, καίπερ ἀκουσίως τοῦτο πεπραχότα. καὶ τοῦτ᾽ οὐκ ἐξ ἀκοῆς ἡμεῖς ἱστοροῦμεν, ἀλλ᾽ αὐτοὶ κατὰ τὴν γεγενημένην ἡμῖν ἐπιδημίαν κατ᾽ Αἴγυπτον ἑορακότες. ἀπίστων δὲ φαινομένων πολλοῖς τῶν εἰρημένων καὶ μύϑοις παραπλησίων πολλῷ παραδοξότερα φανήσεται τὰ μετὰ ταῦτα ῥηϑησόμενα. λιμῷ γάρ ποτε πιεζομένων τῶν κατ᾽ Αἴγυπτόν φασι πολλοὺς ἀλλήλων μὲν ἅψασϑαι διὰ τὴν ἔνδειαν, τῶν δ᾽ ἀφιερωμένων ζῴων τὸ παράπαν μηδ᾽ αἰτίαν ἔχειν μηδένα προσενηνέχϑαι. ἀλλὰ μήν γε καὶ καϑ᾽ ἣν ἂν οἰκίαν εὑρεϑῇ κύων τετελευτηκώς, ξυρῶνται πάντες οἱ κατ᾽ οἶκον ὄντες ὅλον τὸ σῶμα καὶ ποιοῦνται πένϑος, καὶ τὸ τούτου ϑαυμασιώτερον, ἐὰν οἶνος ἢ σῖτος ἤ τι τῶν πρὸς τὸν βίον ἀναγκαίων τυγχάνῃ κείμενον ἐν τοῖς οἰκήμασιν οὗ τὸ ζῆν ἐξέλιπέ τι τῶν ϑηρίων, οὐκ ἂν ἔτι χρήσασϑαι πρὸς οὐδὲν αὐτοῖς ὑπομείνειαν. κἂν ἐν ἄλλῃ χώρᾳ που στρατευόμενοι τύχωσι, λυτρούμενοι τοὺς αἰλούρους 2 προσηγορεύετο vulg. 4 τῶν ἀπὸ om. D 22 ὄντες del. Eichst. 28 λυπούμενοι vulg.