Textus Originalis

144 DIODORI SICULI

144 DIODORI SICULI

μόρια, τὸν δ᾽ ἄλλον χρόνον ἅπαντα κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσϑαι τούτῳ τῷ ϑεῷ. τῆς δὲ τοῦ βοὸς τούτου τιμῆς αἰτίαν ἔνιοι φέρουσι λέγοντες ὅτι τελευτήσαντος Ὀσίριδος εἰς τοῦτον ἡ ψυχὴ μετέστη, καὶ διὰ ταῦτα διατελεῖ μέχρι τοῦ νῦν ἀεὶ κατὰ τὰς ἀναδείξεις αὐτοῦ μεϑισταμένη πρὸς τοὺς μεταγενεστέρους: ἔνιοι δὲ λέγουσι τελευτήσαντος Ὀσίριδος ὑπὸ Τυφῶνος τὰ μέλη συναγαγοῦσαν τὴν Ἶσιν εἰς βοῦν ξυλίνην ἐμβαλεῖν βύσσινα περιβεβλημένην, καὶ διὰ τοῦτο καὶ τὴν πόλιν ὀνομασϑῆναι Βούσιριν. πολλὰ δὲ καὶ ἄλλα μυϑολογοῦσι περὶ τοῦ Ἆπιδος, ὑπὲρ ὧν μακρὸν ἡγούμεϑα τὰ καϑ᾽ ἕκαστον διεξιέναι. Πάντα δὲ ϑαυμάσια καὶ μείζω πίστεως ἐπιτελοῦντες οἱ κατ᾽ Αἴγυπτον εἰς τὰ τιμώμενα ζῷα πολλὴν ἀπορίαν παρέχονται τοῖς τὰς αἰτίας τούτων ζητοῦσιν. οἱ μὲν οὖν ἱερεῖς αὐτῶν ἀπόρρητόν τι δόγμα περὶ τούτων ἔχουσιν, ὃ προειρήκαμεν ἐν τοῖς ϑεολογουμένοις ὑπ᾽ αὐτῶν, οἱ δὲ πολλοὶ τῶν Αἰγυπτίων τρεῖς αἰτίας ταύτας ἀποδιδόασιν, ὧν τὴν μὲν πρώτην μυϑώδη παντελῶς καὶ τῆς ἀρχαϊκῆς ἁπλότητος οἰκείαν. φασὶ γὰρ τοὺς ἐξ ἀρχῆς γενομένους ϑεούς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήϑους καὶ τῆς ἀνομίας τῶν γηγενῶν ἀνϑρώπων, ὁμοιωϑῆναί τισι ζῴοις, καὶ διὰ τοῦ τοιούτου τρόπου διαφυγεῖν τὴν ὠμότητα καὶ βίαν αὐτῶν: ὕστερον δὲ τῶν κατὰ τὸν κόσμον πάντων κρατήσαντας, 5 ψυχὴ] αὐτοῦ add. vulg. διετέλει D 9 βυσσίνῃ DF 12 ὧν] οὗ D τὰ Hertlein, τὸ libri 14 μείζω] ἄξια D 19 ὑπ᾽ αὐτῶν om. II.