Textus Originalis
I 85. 86. 87. 145
καὶ τοῖς αἰτίοις τῆς ἐξ ἀρχῆς σωτηρίας χάριν ἀποδιδόντας, ἀφιερῶσαι τὰς φύσεις αὐτῶν οἷς ἀφωμοιώϑησαν, καὶ καταδεῖξαι τοῖς ἀνϑρώποις τὸ τρέφειν μὲν ζῶντα πολυτελῶς, ϑάπτειν δὲ τελευτήσαντα. δευτέραν δὲ λέγουσιν αἰτίαν, ὅτι τὸ παλαιὸν οἱ κατ᾽ Αἴγυπτον διὰ τὴν ἀταξίαν τὴν ἐν τῷ στρατοπέδῳ πολλαῖς μάχαις ὑπὸ τῶν πλησιοχώρων ἡττηϑέντες ἐπενόησαν σύνϑημα φορεῖν ἐπὶ τῶν ταγμάτων. φασὶν οὖν κατασκευάσαντας εἰκόνας τῶν ζῴων ἃ νῦν τιμῶσι, καὶ πήξαντας ἐπὶ σαυνίων, φορεῖν τοὺς ἡγεμόνας, καὶ διὰ τούτου τοῦ τρόπου γνωρίζειν ἕκαστον ἧς εἴη συντάξεως: μεγάλα δὲ συμβαλλομένης αὐτοῖς τῆς διὰ τούτων εὐταξίας πρὸς τὴν νίκην, δόξαι τῆς σωτηρίας αἴτια γεγονέναι τὰ ζῷα: χάριν οὖν αὐτοῖς τοὺς ἀνϑρώπους ἀποδοῦναι βουλομένους εἰς ἔϑος κατατάξαι τῶν εἰκασϑέντων τότε μηδὲν κτείνειν, ἀλλὰ σεβομένους ἀπονέμειν τὴν προειρημένην ἐπιμέλειαν καὶ τιμήν. τρίτην δ᾽ αἰτίαν φέρουσι τῆς ἀμφισβητήσεως τῶν ζῴων τὴν χρείαν, ἣν ἕκαστον αὐτῶν προσφέρεται πρὸς τὴν ὠφέλειαν τοῦ κοινοῦ βίου καὶ τῶν ἀνϑρώπων. τὴν μὲν γὰρ ϑήλειαν βοῦν ἐργάτας τίκτειν καὶ τὴν ἐλαφρὰν τῆς γῆς ἀροῦν, τὰ δὲ πρόβατα δὶς μὲν τίκτειν καὶ τοῖς ἐρίοις τὴν σκέπην ἅμα καὶ τὴν εὐσχημοσύνην περιποιεῖν, τῷ δὲ γάλακτι καὶ τῷ τυρῷ τροφὰς παρέχεσϑαι προσηνεῖς ἅμα καὶ δαψιλεῖς. τὸν δὲ κύνα πρός τε τὰς ϑήρας εἶναι χρήσιμον καὶ πρὸς τὴν φυλακήν: διόπερ τὸν ϑεὸν τὸν παρ᾽ αὐτοῖς καλού- 10 ἃ] ὧν C — 12 τάξεως C μέγα D 20 προφέρεται D — 24 ἅμα om. D 26 ἅμα δὲ καὶ D — 27 τε om. D. Diodorus I. 10