Textus Originalis

I 8. 9. 15

I 8. 9. 15

γυμνοὺς μὲν ἐσϑῆτος ὄντας, οἰκήσεως δὲ καὶ πυρὸς ἀήϑεις, τροφῆς δ᾽ ἡμέρου παντελῶς ἀνεννοήτους. καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας μηδεμίαν τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσϑαι παράϑεσιν: διὸ καὶ πολλοὺς αὐτῶν ἀπόλλυσϑαι κατὰ τοὺς χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς. ἐκ δὲ τοῦ κατ᾽ ὀλίγον ὑπὸ τῆς πείρας διδασκομένους εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῷ χειμῶνι καὶ τῶν καρπῶν τοὺς φυλάττεσϑαι δυναμένους ἀποτίϑεσϑαι. γνωσϑέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων τῶν χρησίμων κατὰ μικρὸν καὶ τὰς τέχνας εὑρεϑῆναι καὶ τἄλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι. καϑόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσϑαι τοῖς ἀνϑρώποις, ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάϑησιν εὐφυεῖ ζώῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν. Καὶ περὶ μὲν τῆς πρώτης γενέσεως τῶν ἀνϑρώπων καὶ τοῦ παλαιοτάτου βίου τοῖς ῥηϑεῖσιν ἀρκεσϑησόμεϑα, στοχαζόμενοι τῆς συμμετρίας. περὶ δὲ τῶν πράξεων τῶν παραδεδομένων μὲν εἰς μνήμην, γενομένων δὲ ἐν τοῖς γνωριζομένοις τόποις τῆς οἰκουμένης, διεξιέναι πειρασόμεϑα. τοὺς μὲν οὖν πρώτους ὑπάρξαντας βασιλεῖς οὔτ᾽ αὐτοὶ λέγειν ἔχομεν οὔτε τῶν ἱστορικῶν τοῖς ἐπαγγελλομένοις εἰδέναι συγκατατιϑέμεϑα: ἀδύνατον γὰρ τὴν εὕρεσιν τῶν γραμμάτων οὕτως εἶναι παλαιὰν ὥστε τοῖς πρώτοις βασιλεῦσιν ἡλικιώτιδα γενέσϑαι: εἰ 7 τοῦ Schäfer, τούτου codices 8 καταφυγεῖν D 12 ἐξευρεϑῆναι C 24 οὖν om. D.